no image
DDbDP-text
Lettre administrative via HGV-meta
Linked by Trismegistos ID
TM 18422.
Each record below describes this same artifact or text from a different angle.
παρά ἐδιδάχθη ἡ αὐτῶν ἐξουσία παρὰ Ἄπα Μουσαίου ὡς Εὐδόξιος ὁ λαμπρότατος ἔπεμψεν ἐπηρεάζων τοῖς πράγμασιν τῶν ἀπὸ Πετο· καὶ ἐπὶ τούτῳ ἠγανάκτησεν κατὰ τῆς σῆς θαυμασιότης, θαυμασιότητος ὡς ἰσχυούσης πλέον ἐκείνου ἐν τοῖς τόποις, καὶ ἀνασχομένης τὰ πράγματα βλαβῆναι τὰ φροντιζόμενα παρὰ τῆς αὐτῶν ἐξουσίας. καὶ οἶδα ἀκριβῶς ὅτι οὐ δύναται Εὐδόξιος ὁ λαμπρότατος παρελθεῖν διὰ τῶν πραγμάτων οὐδαμῶς ?, εἰ μὴ βουλομένης τῆς σῆς θαυμασιότητος. σπούδασαισπούδασα τε τοίνυν ἵνα μὴ ὑμῖν γράψω μηκέτι συγχωρῆσαί τινι παρελθεῖν διʼ αὐτῶν καὶ ἐπηρεάζειν αὐτοῖς· ἀλλὰ καὶ ὅσα ἔλαβεν ἀπὸ τῶν εἰρημένων πραγμάτων σπουδάσατε ἀναδοθῆναι αὐτοῖς διὰ ἀνθρώπων κατεχομένων παρὰ σοῦ· οὐδὲν γὰρ ἀνέχομαι τῷ κυρίῳ Εὐδοξίῳ περὶ τούτου, ἀλλὰ πάντως τὰ γεγραμμένα ποίησον, ἵνα μὴ εὑρεθῇς τὴν ἐκείνου ἀγανάκτησιν ὑπομένων πλέον γὰρ τούτου οὐδέν σοι γράφω ἐπίδος τῷ θαυμασιοτάτῳ Ἀπολλῶτι drawing πρωτοκωμήτῃ χμγSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.