Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.zen.1.59019
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
λς Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι· ὑγιαίνω δὲ καὶ αὐτός. μετὰ τό σεσο ἐκπλεῦσαι εἰσήγαγον τὸν θεραπεύοντα τοὺς δορκαδέους, καὶ ἐπισκεψάμενος ἔφη αὐτοὺς ἐκ κρεῶν ὠμῶν ἐξηιρῆσθαι, καὶ διὰ τοῦτο πεπονη κέναι αὐτούς. κηροειδεῖς μὲν οὖν οὐκ ἔφησεν δύνατον εἶναι, μετʼ ἐνιαυτὸνἐνιαυτὸγ γὰρ ἔφη μεταπεσεῖσθαι αὐτούς, ἐ εῖς δὲ αὐτοὺς ἔφησεν ποιήσεινποήσειν, μετὰ πραγματείας δʼ ἔφησεν πολλῆς, ὥστε μὴ ἀξίους ἔφησεν εἶναι τοιαύτης. περὶ δὲ τῆς θεραπείας πειρασόμεθα μὲν χαλκιαίους, εἰ δὲ μή γε, διχαλκιαίους· αὐτὸς μὲνμὲγ γάρ φησιν ἡμιωβελιαῖον θεραπεύειν ἐπὶ αὐλῆι τὸν ἀστράγαλον· ἔξεστιν δʼ ἔφη ἐρωτῆσαι Ἀντίπατρον τὸν Ἐτησίαν, τούτωι γὰρ ἔφησεν τεθεραπευκέναι. σὺ οὖν, ὡς ἂν τάχιστα λάβηις τὰ γράμματα, γράψονγραομ μοι περὶ τούτων τ πρὸ τοῦ τὸντὸγ καιρὸν ἐγδραμεῖν. γίνωσκε δὲ καὶ Πάτρωνα οὐ βουλόμενον ἀναλαμβάνειν Ἀπολλοφάνην, ἀλλὰ ὄχ λον ἡμῖν παρεσχηκότα πολύν. ἐγὼ δὲ προσῆλθον Μέλανι καὶ ἕτοιμος ἦνἐαν γνωστὴρ ἐπιγραφῆναι αὐτός τε καὶ ἄλλος τῶν πολιτῶν. ἐκεῖνος δὲ ὁρῶν ταῦτα ὅτι οὐδʼ ὣς ὑπολειφθήσεται, καὶ ἡμῶνἑμῶν μαχομένων δίχʼ αὐτῶι, ἀνέλα βεν αὐτόν. τὰ δὲ λοιπά σοι γράψω ἀκριβέστερον, νῦννῦμ μὲνμὲγ γάρ μοι οὐκ ἐξεποίησενἐξεπόησεν. πειρῶ δέ μοι ὅτι τάχος γράφειν περὶ πάντων. ἔρρωσο. Ζήνωνι.Cross-references (3)
- TM-Text 679 primary
- DDbDP-Text p.cair.zen;1;59019 tier-1
- HGV-Text 679 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.