no image
DDbDP-text
Letter from Satyra to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 688.
Each record below describes this same artifact or text from a different angle.
Σατύρα Ζήνωνι χαίρειν. Ἀπολλωνίου συντάξαντος ἱματισμὸν ἡμῖν δοῦναι, ἐμοί τε καὶ τῆι μητρί, εὑρήσεις δὲ καὶ τὸ ὑπόμνημα ὃ ἔγραψεν Ἀπολλώνιος περὶ τούτων, ἀπʼ ἐκείνου γὰρ οὐκ εἰλήφαμεν, ἤδη δʼ ἐστὶν ἔτος τούτο δεύτερον. καλῶς ἂν οὖνοὖμ ποιήσαιςποήσαις ἐπισκεψάμενος καὶ ἐμφανίσας Ἀπολλωνί ωι ι περὶ ἡμῶν μνείαν ποίησαιπόησαι, ὅπως μὴ γυμνοὶ ὦμεν. καὶ τοῦτο δότω ἰδίαι παρὰ σοῦ ἔχειν. καὶ περὶ τοῦ ὀψωνίου ἐπίσκεψαι· ὅλως οὐκ εἰλήφαμεν ἀλλʼ ἢ ἅπαξ, καὶ τοῦτο ὃ σὺ τοῖς Δημητρίοις ἀπέστειλας δοῦναι ἡμῖν. καλῶς ἂν οὖνοὖμ ποιήσαιςποήσαις καὶ περὶ τούτων ἐπισκεψάμενος, εἰ καί σοι δοκεῖ, ὅτι συντομώτατα. ἔρρωσο. Σατύρας τοῦ κορασίου. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.