no image
DDbDP-text
Petition to Zenon from Dionysios via HGV-meta
Linked by Trismegistos ID
TM 1061.
Each record below describes this same artifact or text from a different angle.
Ζήνωνι χαίρειν Διονύσιος σιτομέτρης. δέομαί σου καὶ ἱκετεύω, ἐνευχόμενός σοι τοὺς πατρικοὺς θεοὺς καὶ τὴν ὑγίειαν τὴν Ἀπολλωνίου, μὴ περιιδεῖν με ἀδικούμενον, ἀλλὰ μάλιστα μὲν αὐτόν σε ἐπισκέψασθαι περὶ ἐμοῦ, εἰ δὲ μή γε, Ἀρτεμιδώρωι συντάξαι ἐγγύους λαβεῖν παραμονῆς ἕως ἂν Ἀπολλώνιος παραγένηται καὶ περὶ τούτων ἐπισκέψηταιἐπισκέψηιται· ἐγὼ γὰρ διὰ τῶν πραγμάτων οὐθὲν ἀπενηνέγμαι, ἀλλὰ παρειχόμην τὰς χρείας τοῖς παρʼ αὐτοῦ, Νίκωνι καὶ Ἀδδαίωι, ὀψώνιον καὶ σι τομετρίαν λαμβάνων· εἰ δὲ μή γε, σύνταξον προσδέξασθαί μοι τὸ μεμετρη μένον τῶι δοχικῶι, τοῦ δὲ λοιποῦ προσπληρώσομεν τὰς δέκα ταῖς ἑκατόν , καθὰ Ἀπολλώνιος γράφει. ἐγὼ οὖν καταφεύγω ἐπὶ σέ, ἴσον κρίνων Ἀπολλωνίωι· ὃ γὰρ ἂν σὺ κατακρίνηις μου, τοῦτο ποίησω κατὰ τὸ ἐπιβάλλον μοι μέρος. εὐτύχει. Διονύσιος σιτομέτρης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.