no image
DDbDP-text
Letter from Poseidonios to Apollonios via HGV-meta
Linked by Trismegistos ID
TM 691.
Each record below describes this same artifact or text from a different angle.
Ποσειδώνιος Ἀπολλωνίωι χαίρειν. ἐξ σιτηγοῦ τινος τῶν ἡμετέρων ἀναπλέοντος εἰς τὴν χώραν ἐμβάντες ἐνἐμ Μέμφει οἱ περὶ Σωσίστρατον ἐξείλοντο τὸν σίδηρον ὃν ἀναγκαῖον ἦν ὑπάρχειν ἐν τῶι πλοίωι πρὸς τὰς προσπι πτούσας χρείας· ἀδύνατονἀδύνατογ γάρ μοι δοκεῖ εἶναι ἄνευ τῶν ἀναγ καίων σκευῶν πλεῖν τὰ πλοῖα· καὶ ἐμοῦ αὐτοῖς γράψαντος πλεονάκις ἀποδοῦναι οὐ προσέσχον, ἀλλʼ ἀπέδοντο. γέγραφα οὖν σοι ὅπως εἰδῆις ὅτι τοιοῦτοί εἰσι οἱ πρὸς ταῖς φυλακαῖς τεταγμένοι. ἔρρωσο. ἔτους κη, Δίου κα. ΠοσειδωνίουΠοσειδώνου ἐδεάτρου περὶ Σωσιστράτου τελώνου. Ἀπολλωνίωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.