Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.zen.1.59044
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Ἀμύντας Ζήνωνι χαίρειν. Δημητρίωιvestig ἐξ Ἡρα κλείας ἐχρήσαμεν ποτηρίδια. καὶ νῦν δε, ἐπειδὴ ἐκεῖνος μέν ἐστιν ἐν φυλακῆι, τὰ δὲ ὑπάρχοντα αὐτοῦ ἐξαργυρίζεται, γεγρά φαμεν Ἀπολλωνίωι, ἧς καί σοι τὸ ἀντίγραφοντἀντίγραφον ὑπογέγραπται. καλῶς οὖν ποιήσεις ἐπισκεψάμενος μετʼ Ἀρτεμιδώρου τοῦ ἰατροῦ εἰ φαίνεται ἀποδοῦναι αὐτῶι τὸ ἐπιστόλιον ἢ ἐᾶν οἰμώζειν. ὅτι μὲνμὲγ γὰρ ἡμέτερά ἐστιν τὰ ἀργυρωμάτια τὰ ὑπογεγραμμένα, τοῦ μὲν ψυκτῆρος καὶ ψυκτηριδίουψυτηριδιου καὶ ἑνὸς τῶν Ἀντιπα τριδίων καὶ παρὰ τῶι βασιλεῖ ἐστὶ γραφὴ ἐν τῆι παρʼ Ἱκεσίου ἐπιστολῆι καὶ ἐν τῶι ἐνπορίωι ἀπογραφή, τῶν δὲ λοιπῶν παρʼ ἡμῖν ττιυγον ὑπάρχει. ἐὰν δὲ μὴ φαίνηται ὑμῖν ἀποδοῦναι, Δημητρίου γε ἐπιμελόμενοι χαριεῖσθέ μοι· νῦν μὲν γὰρ αὐτὸν πυνθανόμεθα ὀλιγωρεῖσθαι. ἔρρωσο. Ἀπολλωνίωι. Δημήτριος ὁ ἐν τῶι Προσω πίτηι ὑπὸ σοῦ κατασταθεὶς ἀντιγρα φεύς, διὰ τὸ ἐξ οἴκου τε ἀποδημεῖν οὐχ ὡς μενῶν καὶ ἔτι περικοπῆναι ὑπὸ Λυσιμάχου τοῦ λῃστοῦληιστοῦ τὸ με θόδιονμεσιδιον καὶ τὸν παῖδα, ὡς ὑπὸ σοῦ κατείχετο, ἠξίου ἡμᾶς αυ κερμάτιον αὐ τῶι προχρῆσαι, ἵνα κατασκευασθῆι τοῖς ἀναγκαίοις. ἀργύριον μὲν οὖν οὐκ εἴχομεν αὐτῶι προχρῆσαι, ποτηρίδια δὲ ἐχρήσαμεν ὧν σὺ Τρυφέραι ἔξωθεν συνέθηκας, ψυκτη ρίδιόν τε στατόν, μικρῶι πλέον ἢ χοῦν χωροῦν, οὗ ὁλκὴ ἐκ τῆς παρʼ ἡμῖν γραφῆς καὶ ψυκτήριον καὶ Ἀντιπατρίδια ἑτερόζυγα δύο καὶ κυάθονἈ θαι. καλῶς δʼ ἂν ποιοῖς καὶ συγ γνώμην ἡμῖν ἔχων· οὐ γὰρ ἂν ἠλπίσαμεν ἐν οὕτω βραχεῖ χρόνωι διαπε σεῖν αὐτόν. ἔρρωσο. Ἀμύντας περὶ Δημητρίου. ἔτους κη Περιτίου κβ, ἐν Βουβάστωι. Ζήνωνι.Cross-references (3)
- TM-Text 704 primary
- DDbDP-Text p.cair.zen;1;59044 tier-1
- HGV-Text 704 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.