Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.zen.2.59182

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λα, ἐφʼ ἱερέως Γλαύκωνος τοῦ Ἐτεοκλέους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Νικάνορος, μηνὸς Λωίου κδ, Αἰγυπτίων δὲ Μεσορὴ ιδ, ἐνἐμ Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ. ἔχουσιν ὁ δεῖνα καὶ ρις καὶ Ἐτφεὺς καὶ Νεχθενεῖβις καὶ Πετενοῦρις, οἱ πέντε ἀδελφοὶ, Σεβεννῦται ἀρουρῶν δραχμὰς καὶ ὁ δεῖνα τοῦ δεῖνα καὶ Ὧροςωρου Ἁρυώτου Σεβεννῦται ἀρουρῶν ι δραχμὰς κ καὶ Ψενοβάστις Ποκλήλιος Κερκίτης κα δραχμὰς ι ΘεοτέληςΘεοτελεῖ ἀρουρῶν ι δραχμὰς κ παρὰ Ζήνωνος πάντες γεωργοὶ καὶ ὈσεναῖβιςὈσεναιβι Ἰμούθου καὶ Ἀχοναῖβις τοῦ δεῖνα καὶ Πετοσῖρις τοῦ δεῖνα, καὶ Ψενοβάστις Ποκλ Ποκλήλιος ἀρουρῶν ε δραχμὰς ι, Θεοτέλης ἀρουρῶν ι δραχμὰς κ πάντες γεωργοί, παρὰ Ζήνωνος τοῦ Ἀγρεοφῶντος Καυνίου τῶν περὶ Ἀπολλώνιον τὸν διοικητὴν τούτους κόψαι ἐν ἧι ἐξειλήφασιν γῆι ἐν τῶι τετάρτωι τρίτωι περιχώματι τὴν κοπάδα ἀρεστῶς Ζήνωνι ἕως Γορπιαίου, Αἰγυπτίων δὲ Θῶυθ α. ἐὰν δὲ μὴ ἀποδῶσιν, ἀποτισάτωσαν Ζήνωνι παραχρῆμα τὸ ἀργύριον ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Ζήνωνι ἢ ἄλλωι ὑπὲρ αὐτοῦ πράσσοντι ἐκ τε αὐτῶν καὶ τῶν ὑπαρχόντων αὐτοῖς πάντων ὡς πρὸς βασιλικά. μάρτυρες Σώστρατος Κλέωνος Ἑλένειος, Διόδωρος Ζωπύρου Μάγνης, Θεόπομπος Ἀριστίωνος Θεσσαλός, Ἁρμόδιος Φωκίωνος Καύνιος, Στύραξ Ἀπολλωνίου Ἀργεῖος, Ἄνοσις Τοτορχοῖτος Σαίτης κωμογραμματεὺς ἐνἐμ Φιλαδελφείαι. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λα, ἐφʼ ἱερέως Γλαύκωνος τοῦ Ἐτεοκλέους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Νικάνορος, μηνὸς Λωίου κδ, Αἰγυπτίων δὲ Μεσορὴ ιδ, ἐνἐμ Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ, ἐχουσιν ὁ δεῖνα καὶ ὁ δεῖνα καὶ Ἐτφεὺς καὶ Νεχθενεῖβις καὶ Πετενοῦρις, οἱ πέντε ἀδελφοὶ, Σεβεννῦται ἀρουρῶν δραχμαὶ καὶ ὁ δεῖνα τοῦ δεῖνα καὶ Ὧρος Ἁρυώτου Σεβεννῦται ἀρουρῶν ι δραχμὰς κ καὶ Ὀσεναῖβις Ἰμούθου καὶ Ἀχοναῖβις τοῦ δεῖνα καὶ Πετοσῖρις τοῦ δεῖνα καὶ Ψενοβάστις Ποκλήλιος ἀρουρῶν ε δραχμὰς ι, Θεοτέλης ἀρουρῶν ι δραχμὰς κ παρὰ Ζήνωνος τοῦ Ἀγρεοφῶντος Καυνίου τῶν περὶ Ἀπολλώνιον τὸν διοικητὴν ιτου οιτούτους κόψ αι ἐν ἧι ἐξειλήφασιν γῆι ἐν τῶι τετάρτωι περιχώματι ἀποδοῦναι τὴν γῆν καθαρὰνν ἀρεστῶς Ζήνωνι ἕως Γορπιαίου, Αἰγυπτίων δὲ Θῶυθ α. ἐὰν δὲ μὴ ἀποδῶσιν, ἀποτινέτωσαν ἀποτισάτωσαν Ζήνωνι παραχρῆμα τὸ ἀργύριον ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Ζήνωνι ἢ ἄλλωι ὑπὲρ αὐτοῦ πράσσοντι ἔκ τε αὐτῶν καὶ τῶν ὑπαρχόντων αὐτοῖς πάντων ὡς πρὸς βασιλικά. μάρτυρες Σώστρατος Κλέωνος Ἑλένειος, Διόδωρος Ζωπύρου Μάγνης, Θεόπομπος Ἀριστίωνος Θεσσαλός, Ἁρμόδιος Φωκίωνος Καύνιος, Στύραξ Ἀπολλωνίου Ἀργεῖος, Ἄνοσις Τοτορχοῖτος Σαίτης κωμογραμματεὺς ἐν Φιλαδελφείαι. Ὀννώφριος Ὀσεναίβιος Θεοτέλους Διοδώρου Ἁρμοδίου υ Ἀχοναίβιος Σωστράτου Θεοπόμπου Στύρακος Πετοσίριος Ἀνόσιτος seal

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.