no image
DDbDP-text
Letter from Rhodon to Paramonos via HGV-meta
Linked by Trismegistos ID
TM 942.
Each record below describes this same artifact or text from a different angle.
Ῥόδων Παραμόνωι χαίρειν καὶ τοῖς παιδαρίοις. ἠγόρασταίἠγόρασσταί σοι μέλιτος χοῦς γ. γράψον οὖνοὖμ μοι τίνι δεῖ ἐπιθεῖναι αὐτό. καὶ περὶ τοῦ στρώματος, δόντες ἀρραβῶνα μικροῦ ἀπε βάλομεν. γράψαντος γὰρ Ζήνωνος Ἰάσονι δοῦναι στρῶμα ἢ δραχμὰς λ, οὐκ ἔδωκεν. γρα ψάτω οὖν Ἀπολλοδώρωι τῶι ἐπὶ τῶν προβάτων δοῦναι ἔρια δραχμῶν λ, ἐγὼ δὲ ἀπέγνωσα ὧδε, ἵνα γένηταί σοι στρῶμα· ἐγὼ δὲ τὸ ἀνήλωμα δώσω. ἠγόρασται δέ σοι καὶ τὸ ἱερεῖον εἰς τὰ Ἀρσινόεια δραχμῶν ιβ. σὺ οὖν ἔντυχε Ζήνωνι ἵνα, ὡς ἂν τὰ ἑαυτοῦ κατάγωσιν, καὶ τοῦτο προσδέξωνται. ἐπετίθουν δὲ καὶ Μητροδώρωι τὰ γνά φαλλα, ὁ δʼ οὐκ ἔφη λήψεσθαι. ἐπιμέλου δὲ καὶ σαυτοῦ ἵνα ὑγιαίνηις. ἔρρωσο. Φαρμοῦθι κα. ὁπλομάχωι. Παραμόνωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.