no image
DDbDP-text
Letter via HGV-meta
Linked by Trismegistos ID
TM 987.
Each record below describes this same artifact or text from a different angle.
χαίρειν. καλῶς ποιήσεις γράψας Ἰάσονι προ εθῆναι ἡμῖν τὸν Θεοπόμπου σταθμὸν ὅπως ἔχωμεν ἐνοικεῖν· ἐν γὰρ ὧι ἐνοικοῦμεν ἦν Φιλέου τοῦ πρότερον γραμματεύσαντος τὸν Ἀρσινοίτην· κεκόμισται γὰρ τὰ ὑπάρχοντα παρὰ τοῦ διοικητοῦ καὶ κελεύουσιν ἡμᾶς οἱ παρʼ αὐτοῦ ἐκχωρεῖν. εἰ δὲ μὴ ἐν δυνατῶι ἐστιν τοῦτον λαβεῖν, λαβὲ παρὰ Σωστράτου ἐπιστολὴν πρὸς τοὺς παρʼ αὐτοῦ ὅπως παραδειχθῆι ἡμῖν ἡ οἴκησις αὐτοῦ. ἔρρωσο. ἔτους α, Μεχεὶρ ια.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.