no image
DDbDP-text
Letter from Doxaios to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 997.
Each record below describes this same artifact or text from a different angle.
Δοξαῖος Ζήνωνι χαίρειν. καθότι ἔγραψας, ἀπεστάλ καμεν κομίζοντα Ζωίλον ἐρίφους δεδαρμένους β, ὄρτυγας λδ, περιστερι δεῖς δὲ οὐκ ἠδυνάσθημεν εὑρεῖν παρευρέσει ἡιτινιοῦν. περὶ τῶν σχαδόνων εἴπα μεν Νέστωι. ἀπέσταλκεν οὖν τῆι κϛ, ὡς αὐτὸς ἔφη. Πύρρος ὁ δεσμοφυλακή σας οὐχ ηὑρέθη ὑπὸ τοῦ ἀποσταλέντος ἐν Κροκο δίλων πόλει, ἐὰν δὲ μετὰ ταῦτα παραγένηται, ἀποστελοῦμεν αὐτόν. τὸν Νίκωνος ὄνον οὐκ ἠ βουλήθη Ἀπολλωνίδης δοῦναι ὅπως ἀποσταλῆι πρὸς σε. τοῦ συκίνου καρποῦ πωλουμένου προσεβαλόμεθα τὰ παρʼ ἡμῶν δραχμὰς ρ ἐκ τῶν γ ἀρταβῶν καὶ 𐅵 τῆς νέας κριθῆς ἐγένετοἐγενεν χίδρων ἀρτάβης 𐅵 δ ὧν τὸ μὲν ἡμιαρτάβιον ἀπεστάλη. ἐὰν οὖν γράψηιςκελευψηις, θερίσαν τες ἐκ τῆς Ἀρτεμιδώρου ἑτοιμάσομεν ἕως τοῦ σε παραγενέσθαι ἄλλα. ἔρρωσο. ἔτους δ, Μεχεὶρ κϛ. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.