no image
DDbDP-text
Account sent by Demetrios to Kriton via HGV-meta
Linked by Trismegistos ID
TM 1004.
Each record below describes this same artifact or text from a different angle.
Δημήτριος Κρίτωνι χαίρειν. τῆς γεγενημένης οἰκονομίας τὰ ἀντίγραφα Ἰάσονα κομίζοντα τῆς Πολέμωνος μερίδος χωρὶς τοῦ χιλιαρούρου ἀμπελῶνος τοῦ περὶ τὴν Φυλακιτικὴν Νῆσον ἀργυρίου ταλάντοῦ α δραχμῶν Β πρὸς Ὀρσῆν καὶ Ἡγήμονα. τὸν δὲ χιλιάρουρον ὑποτιθέμεθα ἐπὶ τὸ ἔλαττον δραχμῶν Α οὗ δεήσει φύλακας ἀξιοπίστους ἀποστεῖλαι παρʼ ἡμῶν γίνονται τάλαντον α Γ Λητοῦς πόλις· πρότερον μὲν ἦν Β, νυνὶ δὲ πρὸς Θεόφιλον καὶ Πέταλον Βχ Τεσχίτεως· πρότερον μὲν ἐποίησεν ἐξ αὐτουργίας Α νυνὶ δὲ πρὸς Θεόδωρον καὶ Δωρίωνα καὶ Πετεσοῦχον Αψ Κερκεσοῦχα καὶ Σεβεννῦτος· πρότερον μὲν ἐποίησεν ἐξ αὐτουργίας Αψ νυνὶ δὲ πρὸς Ἀντίπατρον καὶ Ἡγήμονα καὶ Ἀμμώνιον καὶ Εὔδημον τὸν σιτολόγον Γ τῆς Θεμίστου ἀδιοίκητον, ἐν δὲ τῶι βασιλικῶι γραμματεῖ τῶι Πετοσίριος ἀδελφῶι Γ πρότερον δὲ ἦσαν Βφ ἕως τοῦ γράψαι σοι οὐκ ἐπικεχώρηκα, ἵνα δὲ μὴ κακόν τι ἡμᾶς ἐργάσωνται δοκιμάζω ἐπιχωρῆσαι αὐτῶι· φέρει δὲ καὶ τὸν λόγον μου πλήρη τὸν περυσινὸν ἕως τοῦ νῦν. τούτων δὲ πάντων τὴν ἀσφάλειαν ἔχω. vestiges λοιπὰ ἃ δεῖ προσδιοικῆσαι Ἡφαιστιάς, Καρανίς, Βακχιάς, Τάνις, τὰ κατὰ Φιλαδέλφειαν, Φαρβαῖθος, Μητροδώρου ἐποίκιον. γίνεται τὸ πᾶν τῶν διῳκημένων τάλαντα γ Αφ ἔρρωσο. ἔτους ε, Παῦνι ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.