no image
DDbDP-text
Letter from Aristeas and Pausanias to Demeas via HGV-meta
Linked by Trismegistos ID
TM 1038.
Each record below describes this same artifact or text from a different angle.
Ἀριστέας καὶ Παυσανίας Δημέαι χαίρειν. ἐπὶ μὲν τοῦ παρόντος οὐκ ἦν δυνατὸν συνεγδημῆσαι τῶι παιδὶ τῶι τὰς ἐπιστολὰς κομίζοντι, διὰ τὸ ἐμέ τε ἐνοχλεῖσθαι καὶ Παυσανίαν ἐν πρὸς ἀναγκαίαι ἀσχολίαι εἶναι, τοῦ δὲ Μεσορὴ ἐναρχομένου πειρασόμεθα παραγενέσθαι. πρὸς δὲ σὲ οὐθὲν μὴ διενεχθῶμεν. γεγράφαμεν δέ σοι καὶ Θεοκλεῖ τῶι Θεοδώρου υἱῶι δοῦναι πυρῶν ἀρτάβας πεντή κοντα . ὡς ἂν οὖν μετρήσηις, λαβὲ ἐπιστόλιον παρʼ αὐτοῦ τοῦ μετρήματος. ἔρρωσο. Δημέαι. Ἀριστέου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.