no image
DDbDP-text
Letter from Glaukias to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1054.
Each record below describes this same artifact or text from a different angle.
Γλαυκίας Ζήνωνι χαίρειν. γράφεις μοι περὶ τοῦ σησάμου καὶ τοῦ κρότωνος. παρὰ τὸ δὲ ἐγδημῆσαι Ἀπολλώνιον τὸν πρὸς τῶι ἐλαιουργίωι οὐδεμίαν οἰκονο μίαν ἠδυνάσθην ποιήσασθαι. νυνὶνυνεὶ δὲ παραγέγονεν τῆι κϛ· πειράσομαι οὖν συντόμως διοι κῆσαι. περὶ δὲ τῆς λείας κεκόμισμαι παρὰ Φανίου ἐπιστολὴν ὅπως κομισώμεθα τὴν λείαν. ἀνεβάλλετο δὲ Χαίρων, ἕως ἂν Ἀμμώνιος παραγένηται, καὶ ἀποδώσειν ἡμῖν· οὗ ἕνεκεν τὴν ἐπιστολὴν τὴν Φανίου οὔπω ἀποδέδωκα. παραγέγονε δὲ καὶ Ἀμμώνιος τῆι κϛ. ἔχομαι οὖν αὐτοῦ ὅπως ἂν κομισώμεθα. ὡσαύ τως δὲ καὶ περὶ τοῦ Χίου ἔφατο ἀποδώσειν. περὶ δὲ τῶν μόσχων οὐδὲ σὲ λανθάνει τὰ γεγενη μένα, οὗ ἕνεκεν ὑπεσταλμέ νοι εἰσίν· διὸ οὐ συναντῶσιν. ἔρρωσο. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.