no image
DDbDP-text
Letter from Hippokrates to Nikanor via HGV-meta
Linked by Trismegistos ID
TM 1093.
Each record below describes this same artifact or text from a different angle.
Ἱπποκράτης Νικάνορι χαίρειν. οὐ νῦν με πρῶτον ἀδικεῖν ἐπιχειρεῖς, ἀλλὰ ἀεὶ διατελεῖς παροινῶν με, καταγνούς μου τῆς εὐηθίας. εἰ δὲ καὶ οἴει τὸ μὴ ὄν, ἐξ ἐμοῦ δεῖν εἶναι τὴν πρᾶξιν τῶν Α δραχμῶν καὶ οὐχὶ ἐκ τοῦ ἐγγύου, οὔπω δήπου σε ἔδει εἰς ἀλλοτρίαν οἰκίαν, οὗ ἐγὼ τυγχάνω ὤν, εἰσελθόντα παροινεῖν γυναῖκα ἐλευθερίαν καὶ παρασφραγίζεσθαι ἀλλότρια σκεύη ὧν σοι οὐθὲν προσῆκόν ἐστιν. ἀλλὰ περὶ μὲν τούτων αὐτὴ ΦίλαΑὐτηφίλα ἡ κυρία τῆς οἰκίας, ἐὰν βούληται, ἑαυτῆι βοηθήσει ὡς ἂν Ἑρμάφιλος παραγένηται καὶ παρέχηι τὸ δίκαιον λαβεῖν παρὰ σοῦ· ἕνεκεν δʼ ἐμοῦ, ὅπως τὸν ἔγγυον μηδʼ ἐνοχλῆις, ἐμὲ δέ, ἐάνπερ δύνηι, καὶ ὕβριζε καὶ ἄπαγε. πειράσομαι γὰρ ἐμαυτῶι βοηθῆσαι. πλὴν γνώριζε ἄτοπος ὢν καὶ ὅσωι ἄν τίς σου ἐπιμέληται τοσούτωι μᾶλλον ἐπεμβαίνεις. καὶ τοῦτο οὐκ ἐγὼ μόνος λέγω, ἀλλὰ πάντες οἱ ἐν τῆι πόλει· οὕτω πασίφιλος εἶ. ἔρρωσο. ἔτουςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.