no image
DDbDP-text
Fragment of letter or memorandum via HGV-meta
Linked by Trismegistos ID
TM 1269.
Each record below describes this same artifact or text from a different angle.
πλη καὶ Ἡδύλος ὁ παρὰ σοῦ επακεν· οὐ γὰρ μετρίως περισπᾶται ὑπʼ αὐτοῦ εἰσπρασσομένη. ἀξιῶἀξιοι δέ σε καὶ Ζωίλωι γράψαι ἀποδοῦναι αὐτῆι τὴν τιμὴν τῶν σκευῶν τῶν δεδομένων Ειρει, ὅπως ἔχηι ἀποκαταστῆσαι αὐτῶι ὅσα ὁμόλογα προσοφείλει. εἰ γὰρ μὲν οὖν μὴ προσώφειλεν εἰς τὸ βασιλικὸν ἃ δεῖ αὐτὴν διορθώσασθαι, ὡς καὶ σὺ ἐπαινεῖς, καὶ ταῦτα ἂν ἀφῆκεν ἀπο λέσθαι πρὸς τῆι λοιπῆιλοιπη ἀκληρίαι μᾶλλον ἢ σοὶ ἀηδῆ φαίνεσθαι. καίτοι γε ὑπολαμβάνω καὶ δίκαια καὶ εὐγνώμονα ἀξιοῦν αὐτήν, ἀλλʼ οὐθὲν ἧσσον οὐ δύναται τῶν φιλανθρώπων τυχεῖν, ἀλλʼ ἕλκεται τρίτον ἤδη μῆνα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.