no image
DDbDP-text
Letter from Kriton to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1100.
Each record below describes this same artifact or text from a different angle.
Κρίτων Ζήνωνι χαίρειν. καλῶς ἂν ποιήσαις ἐπιστροφὴν ὑπὲρ ἐμοῦ ποιησάμενος, ἵνα μὴ ἔτι τὸντὸμ πλείω χρόνον καταφθείρωμαι. μενος γὰρ μοι εἰς τὴν εἰκάδαεἰκαδι οἰκονομήσειν οὐθὲν πεποίηκε, ἀλλὰ καὶ ἐμοῦ ἐν ἀγρῶι καθεύδοντος τήν τε ὗν νυκτὸς ἐκ τῆς αὐλῆς ἐξέβαλλε ἐπίτοκον οὖσαν καὶ τὴν γυναῖκά μου ἐξεκαλεῖτο φάμενος νευροκοπήσειν καὶ ἐμὲ προεκαλεῖτο οἰόμενος εἴσω με καθεύδειν. παραγενομένου δέ μου ἐξ ἀγροῦ ἀπήγγελλέ μοι ἡ γυνὴ τὰ γενόμενα πάντα. ἐγὼ δὲ τούτων οὐθενὶ οὐθὲν ἐδήλωσα ἕως ἂν αἱ ἡμέραι ἅς ᾐτήσατο παρέλθωσιν· τὴν δὲ ὗν οὐκέτι εἰσήγαγον εἰς τὴν αὐλήν. ἐνεύχομαι οὖν σου κατὰ τῶν ἀδελφῶνἈδελφῶν καὶ τοῦ βασιλέως οἰκονομῆσαι τὰ περὶ ἐμέ, ἵνα μηκέτι ταῦτα γίνηται μηδʼ ἔτι τὸντὸμ πλείω χρόνον παροινῶμαι. ὀμνύω δέ σοι τὸντὸμ βασιλέως δαίμονα καὶ Βερενίκην βασίλισσαν, ἵνα μὴ δοκῇς με ἐφʼ ὕβρει με ἐξορκίζειν αὐτόν, μὴ εἰληφέναι μηδεμίανμηδὲ μίαν πλίνθον παρʼ αὐτοῦ. σὺ οὖν πολυώρησον ὑπὲρ τούτων. ἔρρωσο. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.