no image
DDbDP-text
Letter of a Non - Greek Complaining about Wages and Contemptuous Treatment via HGV-meta
Linked by Trismegistos ID
TM 1781.
Each record below describes this same artifact or text from a different angle.
δ Ζήνωνι χαίρειν. καλῶς ποιεῖς εἰ ἔρρωσαι. ἔρρω μαι δὲ καὶ αὐτός. ἐπίστασαι ὡς κατέλιπές με ἐν Συρίαι μετὰ Κρότου καὶ ἐποίουν πάντα τὰ προστασσόμενα τὰ κα τὰ τὰςς καμήλους καὶ ἤμην σοι ἀνέγκλητος. σοῦ δὲ προστά ξαντός μοι ὀψώνιον διδόναι ἃ σὺ συνέταξας οὐκ ἐδίδου μοι οὐθὲν. ἐπεὶ δὴ πολλάκις μου δεομένου διδόναι μοι ἃ σὺ συνέταξας οὐκ ἐδίδου μοι οὐθὲν Κρότος, ἀλλʼ ἐκέλευένἐκέλευέμ με ἀπαλλάσσεσθαι, χρόνον μὲν οὖν πολὺν ἐκαρτέ ρουν σε προσδεχόμενος, ἐπεὶ δὲ τῶν ἀναγκαίων ἐν δεὴς ἤμην καὶ οὐθὲν ἠδυνάμην οὐδαμόθενοὐθαμόθεν πορί ζειν, ἠναγκάσθην ἀποτρέχειν εἰς Συρίαν ἵνα μὴ τῶι λιμῶι παραπόλωμαι. ἔγραψα οὖν σοι ἵνα εἰδῆις ὅτι Κρό τος αἴτιος. σοῦ δὲ πάλιν με ἀποστείλαντος εἰς Φιλαδέλφειαν πρὸς Ἰάσονα καὶ ποιοῦντός μου πάντα τὰ προστασσόμενα, ἃ σύ μοι συνέταξας οὐθέν μοι δίδωσιδιδωι ἤδη μηνῶν ἑννέα τὸ ἔλαιον οὐ δὲ σῖτον ἀλλὰ παρὰ δίμηνον ὅταν καὶ τὰ ἱμάτια ἀποδῶταιποδῶται. ἐγὼ δὲ καὶ θέρος καὶ χειμῶνα ἐν τῶι πόνωι γίνομαι. ὁ δέ μοι συντάσ σει ὄξος λαμβάνειν εἰς ὀψώνιον. ἀλλὰ κατεγνώκασίνκατεγνώκασίμ μου ὅτι εἰμὶ βάρβαρος. δέομαι οὖν σου εἴ σοι δοκεῖ συντάξαι αὐτοῖς ὅπως τὰ ὀφειλόμενα κομίσωμαι καὶ τοῦ λοιποῦ εὐτάκτωσίν μοι ἵνα μὴ τῶι λιμῶι παρα πόλωμαι ὅτι οὐκ ἐπίσταμαι ἑλληνίζειν. σὺ οὖν καλῶς ἂν ποιήσαις ἐπιστροφήν μου ποιησάμενος. ἐγὼ δὲ εὔχομαι πᾶσι τοῖς θεοῖς καὶ τῶι δαίμονι τοῦ βασιλέως σε ὑγιαίνειν καὶ ἐλθεῖν τὸ τάχος πρὸς ἡμᾶς ὅπως αὐτὸς ἰδῆις ὅτι ἀνέγκλητός εἰμι. ἔρρωσο. ΖήνωνιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.