Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.1.55

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Φίλων Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι αὐτός τε καὶ οὓς θέλεις, εὖ ἂν ἔχοι· ἐρρώμην δὲ καὶ αὐτός. καλῶς ποι ήσεις ὑπὲρ ὧν Πτολεμαῖος ἀδελφὸς ἀναπέπλευκεν πρὸς σέ ἐπιμελῶς διοικήσας, ἵνα τα χέως πρός με ἀναστρέφηι καὶ μὴ ἐπικωλύωμαι ἐὰν δέηι ἀναπλεῖν· συντόμως γὰρ δεῖ ἀποτρέχειν ἐντεῦθεν. ἔγραψα δέ σοι καὶ περὶ Ἑρμοκράτου πρότερον, διὰ τὸ ηἰσθῆσθαί σε σπεύ δονθʼ ὑπὲρ αὐτοῦ καὶ αὐτὸς φα νερὸν αὐτῶι πεποιηκέναιπεποηκέναι, καὶ σφό δρʼ οἴομαι ἡμερῶν ὀλίγων ἔξω αὐτὸν ἔσεσθαι. ἐνωχλήθησανἠνωχλήθησαν δʼ ὑπὲρ αὐτοῦ καὶ πλείους, ἐπετέλεσεν δὲ μάλιστα Κα φισοφῶν ὁ Φιλίππου τοῦ ἰατροῦ υἱός. καὶ τὴν ἀνάκρισιν τὴν ὑπὲρ αὐτοῦ γεγραμμένην, ἣ καὶ ἐπέλυεν αὐτὸν πάντων τῶν ἐπικληθέντων, εἶχεν ἤδη Δωσί θεος ὁ ὑπομνηματογράφος, ἵνα ὁ βασιλεὺς ἐπαναγνῶι πρὸ τοῦ ἀφεθῆναι αὐτόν, παρὰ τὸ ἔθος εἶναι οὕ τως γίνεσθαι. τὰ δʼ ἄλλα συντόμως προσδέ χου καὶ αὐτοὺς ἡμᾶς· καὶ τῶν ἐν οἴκωι δέ, κἂν αὐτὸς θλίβηι διατηρήσας ἐμοῦ τὸν τόπον τ Ζήνωνι. εἰς Φιλα δέλφειαν.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.