no image
DDbDP-text
Letter to Zenon from Petenouris and Samoys via HGV-meta
Linked by Trismegistos ID
TM 1133.
Each record below describes this same artifact or text from a different angle.
Ζήνωνι χαίρειν Πετενοῦρις Σαμῶυς οἱ ὑοφορβοί. δεόμεθα οὖν σου, ἐλέησον ἡμᾶς· ὧν γὰρ ἡμάρτομεν τετιμωρήμε θα· οὐθεὶς γὰρ ἀναμάρτητός ἐστιν· ἵνα μὴ τὰ ἱερεῖαἱερα καταφθαρῇκαταθφαρῇκατα φθαρῇ ἡμῶν ἐγδεόντων. σὺ οὖν πεῖραν λαβὲ ἡμῶν. γινώ σκεις ἀφʼ οὗ ἥκαμεν ἤδη τρίτη ἡμέρα ἐστίν· οὐκ ἀφιεῖς ἡμᾶς ἐργάζεσθαι ἢ ἀπελθεῖν ἐπὶ τὰ ἱερεῖαἱερε͂α, ἵνα μὴ παραπόληται ἡμῶνἡμωι ἐν φυλακῆι ὄντων. οὐ γὰρ ἔχομεν τῶν δεόντων οὐθέν, ἀλλὰ παραπολλύμεθα ὧδε. σὺ οὖν ἐπίσκεψαι εἴ σοι δοκεῖ ἀφεῖναι. οὐ γὰρ ἔχομεν οὐθένα κύριον ἀλλὰ σέ. πρὸς σὲ οὖν καταφυγγάνομεν, ἵνα ἐλεημοσύνης τύχωμεν. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.