no image
DDbDP-text
Letter from Perdikkas to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1446.
Each record below describes this same artifact or text from a different angle.
Περδίκκας Ζήνωνι χαίρειν. καθάπερ ἔγραψας, ἀνέκρινα Ἀριστόμαχον τὸν Ἀστεροπαίου ἀδελφόν, παρόντος Θράσωνος τοῦ παρὰ σοῦ, περὶ Στάχυος τοῦ παιδαρίου καὶ ἔφη τὸν Ἀστεροπαῖον ἔτι πέρυσι μὴ εἶναι ἐν τῶι νομῶι μηδʼ εἰδέναι οὗ ἐστιν, ἔχειν δʼ αὐτὸν τὸ παιδάριον, οὗ δʼ ἂν αἴσθηται αὐτὸν εἶναι, προσαγγελεῖν ἡμῖν. γέγραφα οὖν σοι ὅπως εἰδῆις. ἔρρωσο. ἔτους λγ, Μεχὶρ ζ. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.