no image
DDbDP-text
Receipt of donkey-drivers of Ibion Argaiou for grain transport charges. Receipt issued to the public bank of Sabinus and associates by animal drivers of the village of Ibion Argaiou, acting through their representative Diodoros, for 211 drachmas 3 obols paid as transport charges for carrying wheat and barley of year 17 from the granaries to the harbours. It is dated 1 March AD 155, in the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 10458.
Each record below describes this same artifact or text from a different angle.
[19]
Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις.
οἱ ὑπογεγραμμένοι δημόσιοι κτηνοτρόφοι κώμης
Ἰβιῶνος Ἀργαίου διὰ Διοδώρου ἀποσυσταθέντος
ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ
Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν
Θεμίστου καὶ Πολέμωνος μερίδων ὑπὲρ φορέτρων πυροῦ καὶ
κριθῆς ὧν ἐδηλώθημεν κατηχέναι ἀπὸ θησαυρῶν τῆς μερίδος εἰς τοὺς ὅρμους ἀπεργασίας
ἐπὶ τῷ στρατηγῷ Δημητρίῳ τῷ καὶ Ἁρποκρατίωνι
γενήματος ιζ ἔτους πυροῦ ἀρταβῶν εἴκοσι ἓξ κριθῆς ἀρτάβης ἥμισυ τέταρτον
γίνονται πυροῦ ἀρτάβαι κϛ κριθῆς ἀρτάβης 𐅵 δ τιμῆς ὡς τῆς ἀρτάβης τοῦ μὲν πυροῦ
ἑκάστης δραχμῶν η, τῆς δὲ κριθῆς ὡς τῶν ἑκατὸν ἀρταβῶν
δραχμῶν υπ, τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς σια τριώβολον· γίνονται δραχμαὶ διακοσίαι ἕνδεκα τριώβολον
ἐσμὲν δέ· Κ[…]…βως πυροῦ ἀρτάβας η 𐅵 γ κριθῆς ἀρτάβης δ.
Ὡρίων Μαρείνου πυροῦ ἀρτάβης … … κριθῆςἀρτάβης δ. Πρωτᾶς Πετε[…]
ν[…]…ε……ς[…]…[…]…α…[…]κ[…]
οἱ προγεγραμμένοι κτηνοτρόφοι κώμης Ἰβιῶνος Ἀργαίου
διὰ Διοδώρου ἀποσυσταθέντος ὁμολογοῦμεν
ἀπέχειν τὰς ἀργυρίου δραχμὰς διακοσίας ἕνδεκα
τριώβολον, γίνονται δραχμαὶ βια τριώβολον ὡς πρόκειται.
ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς
Φαμενὼθ ε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.