no image
DDbDP-text
Receipt of public donkey-drivers for transport charges on wheat. A receipt addressed to the public banker Sabinus and his partners by state animal-drivers of the village of Dikaiou, acknowledging payment of 174 drachmas 2 obols for transporting wheat from the granaries of the Polemon division to the river harbours. The drivers are listed with identifying descriptions, and Herakleides son of Heron confirms receipt in 155 AD. machine translation
Linked by Trismegistos ID
TM 11313.
Each record below describes this same artifact or text from a different angle.
Σαβείνῳ καὶ μετόχοις δημοσίων τραπεζίταις
παρὰ τῶν ὑπογεγραμμένων δημοσίων κτηνοτρόφων
κώμης Δικαίου. ἀπέχομεν παρʼ ὑμῶν
τὰς ἐπισταλείσας ἡμῖν ἐξοδιασθῆναι ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν
στρατηγίαν τῶν β μερίδων ὑπὲρ φορέτρων πυροῦ οὗ κατήξαμεν ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος εἰς τοὺς ὅρμους γενήματος ιζ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου
ἀπεργασίας ἐπʼ αὐτῷ γενομένης πυροῦ ἀρτάβας κα ϛ η, τιμῆς
ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς ἑκατὸν
ἑβδομήκοντα τέσσαρας ὀβολοὺς δύο.
γίνονται δραχμαὶ ροδ διώβολον. εἰσὶ δέ·
Ἡρακλείδης Ἥρωνος πυροῦ ἀρτάβας ιε γ κδ.
Ἰσχυρᾶς καὶ Θέων πυροῦ ἀρτάβας ϛ γ ιβ.
Ἰσχυρᾶς Ισιο ἐτῶν ξ οὐλὴ δακτύλῳ α χειρὸς ἀριστερᾶς.
Θέων πρεσβύτερος Κάστορος ἐτῶν κβ οὐλὴ κ.
εἰκονίσθησαν διὰ Ἡρακλ νομογράφου. Ἡρακλείδης Ἥρωνος ἀπέχω
σὺν τῷ Ἰσχυρᾷ καὶ Θέωνι τὰς προκείμενας
ἀργυρίου δραχμὰς ἑκατὸν ἑβδομήκοντα
τέσσαρας διώβολον .
ἔτους ιη Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ
κε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.