no image
DDbDP-text
Receipts for Transportation Charges, Wheat and Other Taxes via HGV-meta
Linked by Trismegistos ID
TM 10489.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἔτους ιβ καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ δ Κωνσταντίου
καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων Σεβαστῶν
Ἐπὶφ η. διέγραψεν Σαραπίων Ὀννώφρεως καὶ
Χαιρήμων Σαραπίωνος καὶ Χαιρήμων Κοπρῆ
διʼ Ἰσιδώρου ναῦλα εἰδῶν καὶ σαλγάμου καὶ τιμὴν οἴνου ε ἐπιγραφῆς
δραχμὰς χιλίας ἑξακοσίας, δραχμὰς Αχ
Αὐρήλιοι Πελῆνις καὶ Ἰσίδωρος ἀπαιτηταὶ σεσημειώμεθα
Αὐρήλιοι Πτολλᾶς καὶ Πανκράτις ἀπαιτηταὶ
σεσημειώμεθα
[2]
ἔτους ιβ καὶ ια καὶ δ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ
Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Μεσορὴ ια
Αὐρήλιοι Παῆσις καὶ Λεωνίδης καὶ Συρίων καὶ Ἰσίδωρος
οἱ δ σιτοπαραλημπταὶ κώμης Καρανίδος ἐμετρήθησαν
ἡμῖν ἐν θησαυρῳ τῆς αὐτῆς κώμης μέτρῳ δημοσίῳ
ξυστῷ…[…]……[…]……Καρανίδος
……[…]……[…]……εἴκοσι ……
……[…]…[…]………………
……[…]τ…………………
………………[…]…[…]
Αὐρήλιοι Παῆσις καὶ Λεωνίδης καὶ Συρίων καὶ Ἰσίδωρος σεσημειώμεθα.
Παῆσις ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.
[3]
ἔτους ιβ καὶ ια καὶ δ τῶν κυρίων ἡμῶν
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν
καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν
ἐπιφανεστάτων Καισάρων Μεσορὴ ια
Αὐρήλιοι Παῆσις καὶ Λεωνίδης καὶ Ἰσίδωρος
καὶ Συρίων οἱ δ σιτοπαραλημπταὶ κώμης
Καρανίδος ἐμετρήθησαν ἡμῖν ἐν θησαυρῷ τῆς αὐτῆς
κώμης μετρημ δημοσίῳ ξυστῷ ὑπὲρ τοῦ ἐνεστῶτος
ιβ ἔτους καὶ ια ἔτους καὶ δ ἔτους ὑπὲρ κώμης Καρανίδος ὀνόματος
Χαιρήμωνος Σαραπίωνος διὰ Ἰσιδώρου
πυροῦ καθαροῦ ἀρτάβας εἴκοσι, γίνονται ἀρτάβαι κ καὶ ὑπὲρ
ὀνόματος Πτολεμαίου Χαιρήμωνος διὰ κληρονόμων Κοπρῆτος
πυροῦ καθαροῦ ἀρτάβας πέντε, γίνονται ἀρτάβαι ε καὶ ὑπὲρ ὁριοδεικτίας
ὀνόματος Κοπρῆτος πυροῦ καθαροῦ ἀρτάβην μίαν καὶ ὑπὲρ
ὀνόματος Σαραπίωνος Ὀννώφριος διὰ Ἰσιδώρου πυροῦ
καθαροῦ ἀρτάβας ἕνδεκα, γίνονται ἀρτάβαι ια
[4]
καὶ ὑπὲρ ἀποσπορᾶς πυροῦ καθαροῦ
ἀρτάβας εἴκοσι ἥμισυ. γίνονται ἀρτάβαι κ 𐅵
γίνονται τοῦ συμβόλου πυροῦ ἀρτάβαι νζ 𐅵
Αὐρήλιοι Παῆσις καὶ Λεωνίδης
καὶ Συρίων καὶ Ἰσίδωρος σεσημειώμεθα.
Παῆσις ἔγραψα ὑπὲρ τῶν κοινωνῶν
ἀγραμμάτων.
ὁ αὐτὸς Ἰσίδωρος ἐμέτρησεν ὑπὲρ ὀνόματος
Σαραπίωνος Ὀννώφρεως πυροῦ καθαροῦ
ἀρτάβας τρεῖς, γίνονται ἀρτάβαι γ
καὶ ιδ ἔτους καὶ ιγ ἔτους καὶ ϛ ἔτους Μεχεὶρ λ διέγραψεν τιμὴν πυροῦ γενήματος ιβ ἔτους καὶ ια ἔτους καὶ δ ἔτους
ὑπὲρ ἀποσπορᾶς ὁριοδεικτίας δραχμὰς
ἑπτακοσίας εἴκοσι, γίνονται δραχμαὶ ψκ καὶ τούτων
τοὺς ὀβολοὺς καὶ τὰς διαγραφάς. Αὐρήλιοι
Παῆσις καὶ οἱ κοινωνοὶ σεσημειώμεθα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.