no image
DDbDP-text
Receipts for Delivery of Wheat via HGV-meta
Linked by Trismegistos ID
TM 10498.
Each record below describes this same artifact or text from a different angle.
Τῦβι κη. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ἐν ὅρμῳ Λευκογίου ὑπὲρ ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ἐνενήκοντα μίαν, ἀρτάβας ϙα μόνας. Οὐράνιος σεσημείωμαισεσημίωμαι. . Φαῶφι κδ. παρήνεγκεν Ἀιῶν Σαραπίωνος ἐν ὅρμῳὅρμου Λευκογίου ὑπὲρ ἐνάτης ἰνδικτίωνος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας εἴκοσι ὀκτώ, ἀρτάβας κη μόνας. Σουχιδᾶς διʼ ἐμοῦ Τιμοθέου σεσημείωμαι. Ἁθὺρ ϛ. παρήνεγκεν Ἀειῶν Σαραπίωνος κωμητῶν Καρανίδος ἐν ὅρμῳὅρμου Λευκογίου ὑπὲρ ἐνάτης ἰνδικτίωνος πυροῦ καθαροῦ ἀρτάβας τρεῖςτρῖς, ἀρτάβας γ μόνας. Τιμόθεος σεσημείωμαι. Φαῶφι ιε. παρήνεγκεν Ἀιῶν Σαραπίωνος ἐν ὅρμῳἐρμου Λευκογίου εἰς πλοῖον Παπνουθίου Ἑρμία ὑπὲρ ὀγδόης ἰνδικτίωνος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ἕξ, ἀρτάβας ϛ μόνας. καὶ διὰ Πτολλᾶ Ἀιώνεως πυροῦ καθαροῦ ἀρτάβας δύο ἥμισυ τρίτοντρίτων, ἀρτάβας β 𐅵 γ μόνας. Ἰσίων σιτομέτρης σεσημείωμαι. Φαῶφι κδ. παρήνεγκεν Ἀιῶν Σαραπίωνος ἐν ὅρμῳὅρμου Λευκογίου ὑπὲρ ἐνάτης ἰνδικτίωνος εἰς πλοῖον Ἀμμωνίου ἀπὸ Λευκογίου κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας δύο ἥμισυ τρίτον δωδέκατονδοδέκατον, ἀρτάβας β 𐅵 γ ιβ. Τιμόθεος σιτομέτρης σεσημείωμαι. ὁμοίως ὁ αὐτὸς ὑπὲρ τῆς αὐτῆς ἰνδικτίωνος πυροῦ καθαροῦ ἀρτάβας τέσσαραςτέσσαρες, ἀρτάβας δ μόνας. Τιμόθεος σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.