no image
DDbDP-text
Receipts for Deliveries of Wheat via HGV-meta
Linked by Trismegistos ID
TM 10503.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιοι Κοπρῆς Παύλου καὶ Δωρόθεος Ἱέρακος καὶ κοινωνοὶ ἀποδέκται σίτου πόλεως Αὐρηλίοις Πτολλᾷ καὶ Ἀτισίῳ σιτολόγοις Καρανίδος διὰ Σαρα πίωνος Οὐενάφρεως χαίρειν· παρελάβαμεν παρὰ σοῦ ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν πυροῦ καθαροῦ ἀρτάβας ἕξ, ἀρτάβας ϛ μόνας. Κοπρῆς σεσημείωμαι. Πλουτίων σεσημείωμαι. ὑπατείας Σεπτιμίου Ἀκινδύνου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Ποπολωνίου Πρόκλου τοῦ λαμπροτάτου Παῦνι κα καὶ τῇ κβ ὁμοίως οἱ αὐτοὶ διὰ Σαραπίωνος Οὐενάφρεως ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρα νίδος πυροῦ καθαροῦ ἀρτάβας τρεῖς, ἀρτάβας γ μόνας. Κοπρῆς σεσημείωμαι. Πλουτίων σεσημείωμαι. καὶ Ἐπεὶφ ιγ ὁμοίως οἱ αὐτοὶ διὰ Σαραπίωνος Οὐενάφρεως ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβης τρίτον, ἀρτάβης γ μόνον. Κοπρῆς σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.