no image
DDbDP-text
ἔτους ια Μεσορὴ κζ τέτακται ἐπὶ τὴν ἐν Διοσπόλει τῆι μεγάληι τράπεζαν ἐφʼ ἧς Ἀντιγένης εἰκοστῆς ἐνκυκλίου κατὰ τὴν παρʼ Ἀμμωνίου τοῦ πρὸς τῆι ὠνῆι διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Δημήτριος ὁ ἀντιγραφεύς, παρʼ Ἀμενώθου τοῦ Ἁρσιήσιος οἰκίας καθειρημένης τῆς οὔσης ἐν τῶι ἀπὸ βορρᾶ μέρει τοῦ τείχους τοῦ Ἀπόλλωνος, ἣν ἐπρίατο παρὰ Πετενεφώτου τοῦ Παμίνιος καὶ Ψενοσίριος τοῦ Παᾶτος καὶ Χεσθωύτου τοῦ Ἁρσιήσιος χαλκοῦ δραχμῶν Β, τὸ γινόμενον τέλος χαλκοῦ οὗ ἀλλαγὴ δραχμὰς ἑκατόν, γίνεται χαλκοῦ οὗ ἀλλαγὴ δραχμαὶ ρ. Ἀντιγένης. Ἡρακλείδης ὁ παρʼ Ἡρακλείδου τοῦ τοπογραμματέως· τέτακται καθότι πρόκειται χαλκοῦ πρὸς ἀργύριον δραχμὰς ἑκατόν, γίνεται δραχμαὶ ρ ἔτους ια Μεσορὴ κζSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.