Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.coll.youtie.2.67

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αὐρηλία Διοσκουρίαινα θυγάτηρ Διοσκουρίδου γενομένου εὐθηνιάρχου βουλευτοῦ τῆς λαμπροτάτης πόλεως τῶν Ἀ λεξανδρέων, χωρὶς κυρίου χρηματίζουσα κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ, Αὐρηλίῳ Μένωνι Θέωνος μητρὸς Κλαυ δίας ἀπʼ Ὀξυρύγχων πόλεως τῶν ἐξ ἐφηβείας ἱερονικῶνἱερονεικῶν, ἐπιτρόπῳ τοῦ ἀφήλικός μου θυγατριδοῦ Αὐρηλίου Ἐπιμάχου γυμνασιάρχου τῆς αὐτῆς πόλεως υἱοῦ Ἐπιμάχου καὶ ὡς ἐχρημάτιζε μετὰ ἐπακολουθητοῦ τοῦ πρὸς πατρὸς τοῦ αὐτοῦ ἀφήλικος θείου Αὐρηλίου Σεουήρου γυμνασιάρχου βουλευτοῦ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἀπεσ χηκέναι καὶ παρειληφέναι παρὰ σοῦ τὰ προσενεχθέντα ὑπὸ τοῦ ἀνδρός μου Αὐρηλίου Σπαρτιάτου τοῦ καὶ Χαιρήμονος γυμνασιαρχήσαντος βουλευτοῦ τῆς αὐτῆς πόλεως ἐπὶ τῇ κοινῇ ἡμῶν θυγατρὶ Αὐρηλίᾳ Ἀπολλωναρίῳ γαμουμέ νῃ τῷ μετηλλαχότι τοῦ ἀφήλικος πατρὶ ἀκολούθως τῇ τοῦ γάμου αὐτῶν συνγραφῇ εἴδη πάντα σταθμῷ καὶ συν τιμήσει πλήρη ἅπερ ἐστὶν χρυσίου μὲν ἐν εἴδεσι ἐπὶ τὸ αὐτὸ σταθμῷ Ὀξυρυγχιτικῷ μναιαῖα δέκα ἑπτὰ παρὰ τε τάρτην μίαν καὶ περιτραχήλιον καὶ ἐνώτιον ὄντα ἐν συντιμήσει δραχμῶν χιλίωνχειλίων πεντακοσίων μου συν πληματι καὶ κόλλῃ ὁλκῆς οτατηρια εἴκοσι τέσσαρας λίτραςλείτρας εἴκοσι ἑπτὰ , καὶ τὰ ἱμάτια πάντα ὄντα ἐν συντιμήσεισυντειμήσειδραχμῶν πεντακισχιλίωνπεντακισχειλίων , ἔτι δὲ καὶ ἀπὸ τῶν προσενεχθέντων εἰς συν ωνὴν ἑτέρων προικιμαίων εἰδῶν ἀργυρίου ταλάν των τεσσάρων καὶ δραχμῶν δισχιλίωνδισχειλίων ἐπὶ λόγου δρα χμὰς πεντακισχιλίαςπεντακισχειλίας , καὶ τὰ προσενεχθέντα παράφερ να πάντα μετὰ χρυσῶν κόσμων καὶ ἱματίοις καὶ ὀθονί οις καὶ χαλκώμασι καὶ λίθοις εἴδεσι πλήρη, καὶ ἀπὸ τοῦ προσ ενεχθέντος εἰς συνωνὴν δούλων σωμάτων ἀργυρίου ταλάντου ἑνὸς ἐπὶ λόγου δραχμὰς τρισχιλίαςτρισχειλίας , καὶ τὰ προσ ενεχθέντα ὑπʼ ἐμοῦ τῆς Διοσκουριαίνης δούλων σώμα τα δύο · ἅπερ πάντα τῇ αὐτῇ θυγατρί μου ἑτέρῳ ἀνδρὶ γαμουμένῃ προσφέρεσθαι μέλλει. καὶ παρέξω τὸν αὐτὸν ἄνδρα μου παραγενόμενον ἀπὸ τῆς τοῦ Ἑρμοπολίτου στρατηγίας ἥν ἐνκεχείρισται, ἢ τῇδε τῇ ἀποχῇ εὐδο κοῦντα ἢ ἑτέραν σοι ἐκδιδόντα, ἐμοῦ ἀνακομιζομέ νης ταύτην. εἰ δὲ μὴ ὁπότερον τούτων ἐκεῖνος ποιοίη, ἔχειν σε ἐπʼ ἐμὲ περὶ τούτων τὰς ἀγωγάς, μενόντων ὁ ποτέρῳ _ τοῦτʼ ἐστιν τῷ ἀνδρί μου καὶ τῷ ἀφήλικι _ περὶ τοῦ ἐλλείμματος καὶ περὶ ὧν πάντων αὐτὸς ἔχῃ κατὰ τὴν συν γραφὴν δικαίων. κύρια τὰ γράμματα τρισσὰ γραφέντα ἅπερ ὁπηνίκα ἐὰν αἱρῆι δημοσιώσεις διὰ τοῦ καταλογείου, εἰ ὁ ἀ νὴρ ἐμοῦ ἢ μὴ εὐδοκησείην ἢ ἑτέραν ἀποχὴν μὴ ἐκδῶ, οὐ προσδεόμενος μεταλήμψεώς μου διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν μοι τῇ ἐσομένῃ ὑπὸ σοῦ δημοσιώσει. ἐπε ρωτηθεῖσα ὑπὸ σοῦ ὡμολόγησα. ἔτους α Αὐτοκρατόρων Καισάρων Τίτου Φουλουίου Ἰουνίου Μακριανοῦ καὶ Τίτου Φουλουίου Ἰουνίου Κυήτου Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.