Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.coll.youtie.2.72dupl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

αἱ γειτνίαιγιτνίαι δηλοῦνται διὰ τῶν περὶ αὐτῆς ἀσφαλειῶνἀσφαλιῶν καὶ ὁμοίως ἐν τῇ αὐτῇ πόλει ἄρουραν μίαν ἐν πεδίῳ Μαρίωνος ἐκ λιβὸς θυγατρὸς Διοσκόρου Καλυκᾶ ἐωνημένην ὑπʼ ἐμοῦ ἐν χέρσῳ καὶ πεφυτευμένην τοῖς ἐμοῖς ἐπιδαπανήμασιν ἧς καὶ ταύτης αἱ γειτνίαιγιτνίαι διὰ τῶν περὶ αὐτῆς ἀσφαλειῶνἀσφαλιῶν δηλοῦνται, τὰ δὲ προκείμενα ἔσχον προωνητικῷπροωνητικοῦ δικαίῳδικαίου τῷ ε ἔτει Πρόβου Σεβαστοῦ Παχὼν γ παρὰ Αὐρηλίου Φιλαπόλλωνος Φιλαπόλλωνος διὰ τοῦ ἐν τῇ λαμπροτάτῃ Ἀλεξανδρείᾳ Αὐρηλίου Διδύμου διʼ Αὐρηλίου Ἰσιδώρου δημοσίου χρημα τιστοῦ. πέπρακά σοι ὠνῇ καὶ πράσει τιμῆς τῆς συμπεφωνημένης πρὸς σὲ ὑπὲρ ἑκα τέρας ἀργυρίου Πτολεμαικοῦ νομίσματος ταλάντων δύο , ἅπερ ἔσχον παρὰ σοῦ διʼ ἐμοῦ τοῦ προκειμένου πατρὸς Αὐρηλίου Εὐδαίμονος πλήρη διὰ χειρός, πρὸς τὸ ἀπὸ νῦν σε κυριεύειν αὐτῶν καὶ ἐπικρατεῖν καὶ οἰκονομεῖν ὡς ἐὰν αἱρῇ συγκομιζομένην τοὺς φόρους καὶ τελοῦσαν τὰ δημόσια, καὶ βεβαιώσω σοι περὶ αὐτῶν πάσῃ βεβαιώσει παντὶ καιρῷ ἀπὸ παντὸς τοῦ ἐπελευσομένου. τὸ δὲ γράμμα τοῦτο τῆς πράσεως δισσὸν γραφὲν ἰδί οις μου γράμμασιν ἐξεδόμην σοι καὶ ἔστω κύριον καὶ βέβαιον ὡς ἐν δημοσίῳ κατακε χωρισμένον, καὶ ὁπόταν θέλῃς ἀνοίσω σοι κατὰ δημόσιον χρηματισμόν, καὶ ἐπερωτη θεὶς περὶ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γεγενῆσθαι ὡμολόγησα. ἔτους ϛ τοῦ κυρίου ἡμῶν Πρόβου Σεβαστοῦ Φαρμοῦθι. Αὐρήλιος Ἱέραξ ὁ καὶ ΕὐστέφιοςΕὐστεφις βουλευτὴς τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων, διʼ ἐ μοῦ Αὐρηλίου Εὐδαίμονος Σερήνου βουλευτοῦ τῆς αὐτῆς, πέπρακα τὸ προκείμενον μέ ρος δέκατον τριακοστὸν οἰκίας καὶ ἄρουραναροηαν μίαν , καὶ ἀπέσχον τὰ τῆς τιμῆς ἀργυρίου τά λαντα δύο τάδε, καὶ ἐπηρώτημαι ὡς πρόκειται.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.