no image
DDbDP-text
Loan of Money with Hypotheke: PCairo Maspero 67023 + Pfitzhugh via HGV-meta
Linked by Trismegistos ID
TM 20901.
Each record below describes this same artifact or text from a different angle.
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου Παχὼν εἰκὰς ἀρχῆς τρίτης ἰνδικτίονος ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ Φλαυίῳ Ἑλλαδίῳ τῷ λαμπροτάτῳ σκρινιαρίῳ τῆς κατὰ Θηβαίδα λαμπρᾶς δουκικῆς τάξεως, υἱῳ τοῦ τῆς ἀρίστης μνήμης ὁρμωμένῳ ἀπὸ τῆς Πανοπολιτῶν καλλιπόλεως, παρʼ ἐμοῦ παρούσης Μάρθας, θυγατρὸς Μηνᾶ ἐκ μητρὸς Θέκλας, ταριχοπρατίσσης, ὁρμωμένης καὶ αὐτῆς ἀπὸ τῆς Ἀντινόου πόλεως, χωρὶς κυρίου ἀνδρὸς χρηματιζούσης, παρεχούσης δὲ ὑπογραφέα ὑπὲρ ἑαυτῆς καὶ μάρτυρας τοὺς ἑξῆς ὑπογράφοντας τῇ παρούσῃπαρούσᾳ ὑποθηκιμαίᾳ συγγραφῇ ἐπὶ τοῖς ἐφεξῆς δηλουμένοις συμφώνοις ἐφʼ αἷς περιέχει διαστολαῖς ἁπάσαις, χαίρειν. τοῦ ἐμοῦ πατρὸς τῇ ἐσχάτῃ περιπεπτωκότος πενίᾳ, καὶ εὐπόρησευε τταυτοη πάλαι ὄντος πρὸ τοῦ τὸν ἑαυτοῦ βίον ἀπολειτουργῆσαι, Μηνᾶ ὀνόματι ἐπιλεγομένου Περιχύτου, καὶ ἐξ ἀνάγκης ὑποτεθεικότος τότε τὴν ὑποδεεστέραν μου ὀρφανικὴν ἀδελφὴν καλουμένην Πρόκλαν τῷ λαμπροτάτῳ κυρίῳ Νόννῳ εἰς χρυσοῦ νομισμάτιον ἓν ἀκολούθως τῷ γενομένῳγεναμένῳ παρʼ αὐτοῦ τηνικαῦτα τῷ λαμπροτάτῳ ἀνδρὶ ὑποθηκιμαίῳ γραμματείῳγραμματίῳ, καὶ μετὰ τὴν αὐτοῦ ἀποβίωσιν ἐν ταύταις περιποιήσασα τέως ἐκ τοῦ ἐμοῦ ἐργοχείρου τὸ ἥμισυ τοῦ προειρημένου ἑνὸς νομισματίου ἀναδέδωκα τῷ εἰρημένῳ ἀνδρί, βουλομένη ἀναλυτρώσασθαι τὴν ἐμὴν καταπονουμένην ἀδελφήν, ἐγὼ ἡ προγεγραμμένη Μάρθα, καὶ μὴ εὐπορήσασα τῆς τούτου συμπληρώσεως, εὐτυχήσασα δὲ τὴν σὴν λαμπρότητα τῇ εἰς Θεὸν ἀγάπῃ κεκινημένην, παρακλήσεις αὐτῇ προσήγαγον τὴν λοιπάδα ταύτην ἐκδανείσασθαιἐκδανίσασθαι εἰς ἀναλύτρωσιν τῆς αὐτῆς ὀρφανικῆς ἀδελφῆς, κατὰ τοῦτο ὁμολογῶ ἐγῶ ἡ αὐτὴ Μάρθα διὰ χειρὸςχιρὸς ὑμῶν εἰς χεῖράςχῖράς μου ἀνειληφέναι καὶ δεδανεῖσθαιδεδανῖσθαι παρʼ ὑμῶν ἅμα τὰ γενόμενα τῇ ἀσφαλείᾳ χρυσοῦ κεράτια ἐννέα ζυγῷ δημοσίῳ Ἀντινόου, γίνεται χρυσοῦ κεράτια θ ζυγῷ δημοσίῳ Ἀντινόου, καὶ τῇ θέσει τῆς πίστεως καὶ ἀσφαλείας καὶ ἀποδόσεως καθαρᾶς καὶ ἀποκρότου ὑποτίθημι ὑμῖν ἐντεῦθεν ἤδη καὶ ὑπεθέμην ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ τὴν εἰρημένην μου ἀδελφὴν Πρόκλαν, ἐτῶν δεκαπέντε οὖσαν πλέον ἢ ἔλαττον, ἐπὶ τῷ ταύτην εἶναι ἐν τῷ ὑμετέρῳ οἴκῳ ἐξυπηρετοῦσαν πάσαις δουλικαῖς ὑμῶν ὑπηρεσίαις τε καὶ χρείαις ἀναποστάτωςἀναποστήτως ἐλευθερικῶς καὶ ὑποτακτικῶς καὶ ὑπηκόως, ἀδόλως πάντα πράττουσαν δίχα πάσης ἀποφυγῆς καὶ κλοπῆς καὶ οἱασδήποτε ῥᾳδιουργίαςῥᾳδηουργίας, κινδύνῳ ἐμῷ καὶ πόρῳ εἰς ταῦτα πάντα μέχρι ἐπίλυσεως τοῦ προκειμένου χρέους τῶν ἐννέα κερατίων χρυσοῦ, τρεφομένην μέντοι καὶ ἀμφιαζομένην, γενέσθαι ταύτην παρʼ ὑμῖνὑμεῖν ἀκαταφρονήτως ἄχρι τῆς τουτῶν ἀποδόσεως, καὶ εἰς ὑμῶν ἀσφάλειαν πεποίημαι τοῦτο τὸ φιλικὸν γραμμάτειονγραμμάτιον ἐπὶ πᾶσι τοῖς ἐγγεγραμμένοις, καὶ ἐξεδόμην, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Μάρθα θυγάτηρ Μηνᾶ τοῦ Περιχύτου ἡ προγεγραμμένη ἐθέμην ταύτην τὴν ὑποθήκην Πρόκλας τῆς ἐμῆς ἀδελφῆς ἀντὶ τῶν ἐννέα κερατίων χρυσοῦ, καὶ ἀποδώσω ὡς πρόκειται. ΑὐρήλιοςΑὐρηλις Βίκτωρ Ἰωάννου ἀπὸ Ἀντινόου πόλεως ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ ῥᾳδίως εἰδυίης Αὐρήλιος Κολλοῦθος Καλλινίκου σύν Θεῷ νοτάριος μαρτυρῶ τῇ ὑποθήκῃ ἀκούσας παρὰ τῆς θεμένης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.