Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.herm.32

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

κατὰ δύναμιν τῶν αὐτῶν προκειμένων διαιρέσεων κυρίων οὐσῶν καὶ βεβαίων καὶ πρὸς δύναμιν αὐτῶν κατὰ τὴν ἀνωτέραν διαστολὴν κρατεῖν καὶ κυριεύειν καὶ γεωργεῖν καὶ καρποῦσθαι καὶ μισθοῦν καὶ μεταμισθοῦν καὶ φυτεῦσαι ἐν ἀμπέλῳ καὶ φυτὰ φυτεῦσαιφυτευσειν καὶ κτίσματα κτίσαι καὶ παραπέμπειν ἐπὶ κληρονόμους ἰδίους καὶ διαδόχους καὶ διακατόχους καὶ χρήσασθαι καὶ νέμεσθαι κατὰ τὸν δοκοῦντάδωκοῦντά σοι κυριετικὸν τρόπον, ἀκωλύτως καὶ ἀνεμποδίστωςἀνεμποτίστως μέν γέ σε τοῦ προειρημένου ηθου, ἐπὶ τῷ δὲ συντελέσαι ὑπὲρ τῶν προκειμένων δέκα ἀρουρῶν σὺν ἡμιαρουρίῳἡμιαρουρῳ τοῦ κτήματος σίτου ἐμβολῆς τε καὶ χρυσικοῦ καὶ ναύλου καὶ παντοίων ἀννωνιακῶν πρὸς τὴν ἀπογραφὴν τοῦ δημοσίουδημοσιον κώδικος Ἰωάννου τοῦ τῆς λογίας μνήμης ἀπογενομένου σχολαστικοῦ καὶ κηνσίτοροςκενσίτωρος, ἀρξάμενον ἀπὸ κανόνος τὴς σὺν Θεῷ εὐτυχοῦς εἰσιούσης ἰνδικτίονος καὶ αὐτῆς καὶ ἐφεξῆς καὶ διὰ παντὸς καὶ εἰς τὸ παντελὲς μηδενὸς σοι ἀντιποιουμένου ἢ ἀντιποιηθησομένουἀντιποιηθησομενον τῶν μετʼ ἐμὲ κληρονόμων ἢ συγ κληρονόμων ἢ τῶν ἐκ γένους μοι ἀνηκόντων ἢ ἀγχιστευόντωνἀχιστευόντων,καὶ τὸν ἐπελευσόμενον εἰς σὲ τοῦ λοιποῦ περὶ τούτου ἐγὼ ὁ αὐτὸς ἀποτρέψω ἀπὸ σοῦ ἰδίοις μου ἀναλώμασι καὶ δαπανήμασι, καὶ βεβαιώσω σοι πάσῃπάσι βεβαιώσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένουἐπιλευσαμένου ἢ ἀντιποιησομένουἀντιποιησομενον παντὶ καιρῷ ἐπάναγκες· εἰ δὲ καὶ ἧττον φροντίζωφροτίζω τῆς βεβαιώσεως, τριπλασίως τὸ τίμημα ἀποδώσω μετὰ καὶ τοῦ διαφέροντος καὶ ἀναλώματος πρὸς τὸ βεβαίαν εἶναι καὶ ἰσχυρὰν ταύτην τὴν πρᾶσιν πανταχοῦ προφερομένην, ἥνπερ ἁπλῆν γραφεῖσαν ἐκώνἐκοντες καὶ πεπεισμένος ἐθέμην σοι ἄνευ βίας καὶ ἀνάγκηςἀνάγκες καὶ ἀπάτης καὶ πλάνης πάσης καὶ φόβου καὶ δόλου τινὸς ἐν δημοσίῳ ἀρχείῳ καὶ κατὰ νόμους τετελειωμένηντετελειομενον μεθʼ ὑπογραφῆς ἐμῆς καὶ τῶν ἑξῆς συνηθῶν κατὰ παράκλησιν ἐμὴν μαρτυρησάντων μαρτύρων καὶ ἐξεδόμηνἐξαιδόμεν σοι πρὸς ἀσφάλειαν εἰς πάντα τὰ ἐγγεγραμμένα καὶ εἰς τὴν βεβαίωσιν καὶ καθαροποίησιν ταύτης τῆςτὴν πράσεωςπρασιν ὑποκειμένωνὑποκιμένων εἰς τοῦτο πάντων τῶν μου ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων κινητῶν καὶ ἀκινήτων καὶ αὐτοκινήτωναὐτωκινήτων γενικῶς καὶ ἰδικῶς ἐν παντὶ εἴδειεἴδε καὶ γένει ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκηςτίκης. καὶ πρὸς πάντα τὰ ἐγγεγραμμένα ἐπερωτηθέντεςἐπερωτιθέντες ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν ὡμολογήσαμεν. δῆλον ὅτι βέβαιον δὲ ὄντα τῆς ἄλλης πράσει τῆς παρὰ σοῦ, κυρίαν οὖσαν καὶ βεβαίαν πρὸς τὴν δύναμιν πάλιν ὡμολόγησα. Αὐρήλιος Ἄπα Βίκτωρ Ῥω ἐθέμην ταύ την τὴν πρᾶσιν καὶ ἀπέσχονἀπεσχομεν τὴν προκειμένην τελείαν τιμὴν νομισματίουνομιστίου ἡμίσους καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει ἀπὸ παντὸς καὶ στοιχεῖ μοι πάντα ἐγγεγραμμέναἐγγεγραμμένη καὶ ὤμοσα τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ὡς πρόκειται. Αὐρήλιος Ἀβραάμις Φρετρίου μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου καὶ ὑπέγραψα. Αὐρήλιος Ἰακώβις Ἰωάννου μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου ὑμῖν μ Αὐρήλιος Κωμάσιος Ἰερ μαρτυρῶ ὡς πρόκειται. Αὐρήλιος Παμοῦν ΘεοδώρουΘεόδωρος μαρτυρῶμαρ-τηρο ὡς πρόκειται. Αὐρήλιος μαρτυρῶ ὡς πρόκειται.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.