no image
DDbDP-text
Declaration of Land for the Census of 302 A. D. via HGV-meta
Linked by Trismegistos ID
TM 10598.
Each record below describes this same artifact or text from a different angle.
[1]
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ.
Αὐρηλίῳ Ἀλεξάνδρῳ ἄρξαντι πρυτανεύσαντι τῆς λαμπρᾶς Θμουειτῶν πόλεως ἀναμετρητῇ Ἀρσινοΐτου
τοπαρχείας τετάρτης πέμπτης Ἡρακλείδου μερίδος.
παρὰ Αὐρηλίου Αὐνῆ Πωλίωνος ἀπὸ κώμης Καρανίδος τοῦ αὐτοῦ νομοῦ. ἀπογράφομαι παρὰ σοὶ κατὰ
κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθείου ἐκ θείας προστάξεως τὴν καταλημφθεῖσαν ὑπὸ σοῦ
ἐν σπορᾷ γῆν ἀπό τε τῆς ἀπογραφείσης ὑπʼ ἐμοῦ πρώην ἐπὶ Σαβείνῳ κηνσίτορι ἰδίας μου χέρσου καὶ ἀδεσπότου
περὶ κώμην Πτολεμαΐδα Νέαν τῆς προκιμένης τοπαρχίας ἧς καὶ παρείληφα τὰ μέτρα, μετρησάντων
Ἥρωνος καὶ Ἀννέου καὶ Ἀπολλωνίου γεωμετρῶν, παρόντων Ἄβουτος ὁριοδείκτου καὶ Ἀᾶτος Ἀβοικεως
μείζονος τῆς κώμης καὶ Ολκανολ κωμάρχου ὡς ὑποτέτακται. ἐπὶ τῆς
θ σφαγῖδος βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἀρούρας τέσσαρας ἄρουραι δ
τῆς αὐτῆς σφραγῖδος ἀπὸ κοινωνίας Πατερμουθείου κατὰ τὸ μέρος βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου
ἀρούρας δέκα ἥμισυ τέταρτον ὄγδοον ἄρουραι ι 𐅸 η
τῆς αὐτῆς σφραγῖδος ἰδιωτικῆς γῆς σπορίμης ἄρουραν
μίαν ἥμισυ ὄγδοον ἑκκαιδέκατον δυοτρίαντον ἄρουραι α 𐅵 η ιϛ λβ
ιγ σφραγῖδος ἀπὸ κοινωνίας Ἀχιλλᾶ ὁριοδείκτου κατὰ τὸ μέρος βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἀρούρας
δύο ἑκκαιδέκατον δυοτρίαντον τετραεξηκοστὸν ἄρουραι β ιϛ λβ ξδ
καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου
καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι.
ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ
τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ.
ὁμοῦ γείνονται βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἄρουραι ιϛ 𐅸 η ιϛ λβ ξδ
ἰδιωτικῆς γῆς σπορίμης ἄρουραι α 𐅵 η ιϛ λβ
Αὐήλιος Αὐνῆς Πωλίωνος ἀπεγραψάμην τὰς προδεδηλωμένας ἀρούρας καὶ παρέλαβον τὴν μέτρησιν. ὤμοσα
τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Κοπρῆς Εὐπόρου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Ἥρων γεωμέτρης ἐμέτρησα τὰς
προδηλουμένας ἀρούρας. μ 4 Αὐρήλιος Ἄναιος γεωμέτρης συνεμέτρησα. Αὐρήλιος Ἀπολλώνιος γεωμέτρης συνεμέτρησα.
Αὐρήλιος Ἄβους ὁριοδείκτης ἐπέδειξα τὰς προκιμένας ἀρούρας καὶ οὐδὲν παρέλειψα. καὶ Ἀᾶς καὶ Ολκανολ κωμάρχης παρῆμεν τῇ μέτρησει Ἀνᾶς γραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.
[2]
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ.
Αὐρηλίῳ Ἀλεξάνδρῳ ἄρξαντι πρυτανεύσαντι τῆς λαμπρᾶς Θμουειτῶν πόλεως ἀναμετρητῇ Ἀρσινοΐτου
τοπαρχίας τετάρτης πέμπτης Ἡρακλείδου μερίδος.
παρὰ Αὐρηλίου Μύστου Ζωσίμου ἀπὸ ἀμφόδου Βουβαστείου τοῦ Ἀρσινοΐτου. ἀπογράφομαι παρά σοι
κατὰ κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθείου ἐκ θείας προστάξεως τὴν καταλημφθεῖσαν ὑπὸ σοῦ ἐν σπορᾷ γῆν ἀπὸ τῆς εὑρεθείσης ὑπʼ ἐμοῦ πρώην ἐπὶ Σαβείνῳ κηνσίτορι ἀδεσπότου
χέρσου περὶ κώμην Πτολεμαΐδα Νέαν τῆς προκιμένης τοπαρχίας ἧς καὶ παρείληφα τὰ μέτρα,
μετρησάντων Ἥρωνος καὶ Ἀννέου καὶ Ἀπολλωνίου γεωμετρῶν, παρόντων Ἄβουτος ὁριοδείκτου
καὶ Ἀᾶτος Ἀβύκεως μείζονος τῆς κώμης καὶ Ολκανολ κωμάρχου ὡς ὑποτέτακται. ἐπὶ τῆς
θ σφραγῖδος βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἄρουραν μίαν ἥμισυ ἑκκαιδέκατον ἄρουραι α 𐅵 ιϛ
καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν Σεβαστῶν καὶ Κωνσταντίου
καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι.
ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ
τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ.
ἔστιν ἡ προκιμένη βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἄρουρα α 𐅵 ιϛ.
Αὐρήλιος Μύστης ἀπεγραψάμην τὴν προδεδηλωμένην ἄρουραν μίαν ἥμισυ ἑκκαιδέκατον καὶ παρέλαβον
τὴν μέτρησιν ὀμόσας τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Ἥρων γεωμέτρης ἐμέτρησα τὴν ἄρουραν. Αὐρήλιος Ἄναιος γεωμέτρης συνεμέτρησα.
Αὐρήλιος Ἀπολλώνιος γεωμέτρης συνεμέτρησα. Αὐρήλιος Ἄβους ὁριοδείκτης ἐπέδειξα τὴν προκιμένην ἄρουραν καὶ τὸ μέρος καὶ οὐδὲν παρέλειψα καὶ Ἀᾶς καὶ Ολκανολ κωμάρχης παρῆμεν τῇ μέτρησει. Ἀνᾶς γραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.
[3]
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ.
Αὐρηλίῳ Ἀλεξάνδρῳ ἄρξαντι πρυτανεύσαντι τῆς λαμπρᾶς Θμουειτῶν πόλεως ἀναμετρητῇ Ἀρσινοΐτου
τοπαρχίας τετάρτης πέμπτης Ἡρακλείδου μερίδος.
παρὰ Αὐρηλίου Ἀντεινόου τοῦ καὶ Σακαῶνος δημοσίου ἰατροῦ τῆς Ἀρσινοΐτου πόλεως. ἀπογράφομαι
παρά σοι κατὰ κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθείου ἐκ θείας προστάξεως τὴν
καταλημφθεῖσαν ὑπό σου ἐν σπορᾷ γῆν ἀπὸ τῆς ἀπογραφείσης ὑπʼ ἐμοῦ πρώην ἐπὶ Σαβείνῳ κηνσίτορι ἰδίας μου χέρσου περὶ κώμην Πτολεμαίδα Νέαν τῆς προκιμένης τοπαρχίας ἧς καὶ παρείληφα τὰ μέτρα, μετρησάντων Ἥρωνος καὶ Ἀπολλωνίου γεωμετρῶν, παρόντων Ἄβουτος
ὁριοδείκτου καὶ Ἀᾶτος Ἀβοίκεως μίζονος τῆς κώμη καὶ Ολκανολ κωμάρχου ὡς ὑποτέτακται. ἐπὶ τῆς
θ σφραγῖδος ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας δύο ὄγδοον ἑκκαιδέκατον, ἄρουραι β η ιϛ.
καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ
Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι.
ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου
καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ.
εἴσιν αἱ προκίμεναι ἰδιωτικῆς γῆς σπορίμης ἄρουραι β η ιϛ.
Αὐρήλιος Ἀντίνοος ὁ καὶ Σακαῶν ἀπεγραψάμην τὰς προδεδηλωμένας ἀρούρας δύο ὄγδοον ἑκκαιδέκατον καὶ παρέλαβον τὴν μέτρησιν καὶ ὤμοσα
τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Ἥρων γεωμέτρης ἐμέτρησα τὰς προδεδηλωμένας ἀρούρας. Αὐρήλιος Ἀπολλώνιος γεωμέτρης συνεμέτρησα.
Αὐρήλιος Ἄβους ὁριοδείκτης ἐπέδειξα τὰς προκιμένας ἀρουράς καὶ οὐδὲν παρέλιψα καὶ Ολκανολ κωμάρχης παρῆν τῇ μέτρησι. Αὐνᾶς γραμματεὺς ἔραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.
[4]
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ.
Αὐρηλίῳ Ἀλεξάνδρῳ ἄρξαντι πρυτανεύσαντι τῆς λαμπρᾶς Θμουϊτῶν πόλεως ἀναμετρητῇ Ἀρσινοΐτου
τοπαρχίας τετάρτης πέμπτης Ἡρακλείδου μερίδος.
παρὰ Αὐρηλιῶν Συχιαίνης γυναικὸς μου Ἡνιόχου καὶ Εὐποροῦτος ἀδελφῆς αὐτῆς ἀμφοτέρων
Μαρωνίνου ἀπὸ ἀμφόδου Χηνοβοσκίων Πρώτων τοῦ Ἀρσινοΐτου. ἀπογραφόμεθα παρὰ σοὶ
κατὰ κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθείου ἐκ θείας προστάξεως τὴν καταλημφθεῖσαν ὑπὸ σοῦ ἐν σπορᾷ γῆν ἀπὸ τῆς ἀπογραφείσης ὑφʼ ἡμῶν πρώην ἐπὶ Σαβείνῳ κηνσίτορι
ἰδίας ἡμῶν χέρσου περὶ κώμην Πτολεμαΐδα Νέαν τῆς προκειμήνης τοπαρχίας ἧς καὶ παρειλήφαμεν
τὰ μέτρα, μετρησάντων Ἥρωνος καὶ Ἀννέου καὶ Ἀπολλωνίου γεωμετρῶν, παρόντων Ἄβουτος ὁριοδείκτου
καὶ Ἀᾶτος Ἀβύκεως μείζονος τῆς κώμης καὶ Ολκανολ κωμάρχου ὡς ὑποτέτακται. ἐπὶ τῆς
ιγ σφραγῖδος ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας πέντε ἑκκαιδέκατον, ἄρουραι ε ιϛ
καὶ ὄμνυμεν τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ
Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι.
ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ
Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ. εἴσιν αἱ προκίμεναι ἰδιωτικῆς γῆς σπορίμης ἄρουραι ε ιϛ.
Αὐρήλιαι Σουχίαινα καὶ Εὐποροῦς ἀπεγραψάμεθα τὰς προδεδηλωμένας ἀρούρας καὶ παρελάβομεν τὴν μέτρησιν.
ὠμόσαμεν τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Κοπρῆς Εὐπόρου ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. Αὐρήλιος Ἥρων γεωμέτρης
ἐμέτρησα τὰς προδηλουμένας ἀρούρας. Αὐρήλιος Ἄναιος γεωμέτρης συνεμέτρησα. Αὐρήλιος Ἀπολλώνιος γεωμέτρης συνεμέτρησα. Αὐρήλιος Ἄβους ὁριοδείκτης
ἐπέδειξα τὰς προκιμένας ἀρούρας καὶ οὐδὲν παρέλειψα καὶ Ἀᾶς καὶ Ολκανολ κωμάρχης παρῆμεν τῇ μετρήσει.
Αὐνᾶς γραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.
[5]
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ.
Αὐρηλίῳ Ἀλεξάνδρῳ ἄρξαντι πρυτανεύσαντι τῆς λαμπρᾶς Θμουϊτῶν πόλεως ἀναμετρητῇ Ἀρσινοΐτου
τοπαρχίας τετάρτης πέμπτης Ἡρακλείδου μερίδος.
παρὰ Αὐρηλίου Πατερμουθίου Διοσκόρου ἐκ μητρὸς Ἀτίας ἀπὸ κώμης Καρανίδος τοῦ αὐτοῦ νομοῦ. ἀπογράφομαι παρὰ σοὶ κατὰ κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθείου ἐκ θείας προστάξεως
τὴν καταληφθεῖσαν ὑπὸ σοῦ ἐν σπορᾷ γῆν ἀπὸ τῆς εὑρεθείσης ὑπʼ ἐμοῦ πρώην ἐπὶ Σαβείνῳ κηνσίτορι ἀδεσπότου χέρσου περὶ κώμην Πτολεμαΐδα Νέαν ἀπὸ τῆς προκιμένης τοπαρχίας ἧς καὶ παρείληφα τὰ μέτρα, μετρησάντων
Ἥρωνος καὶ Ἀννέου καὶ Ἀπολλωνίου γεωμετρῶν, παρόντων Ἄβουτοςὁριοδείκτου καὶ Ἀᾶτος Ἀβυκεως
μείζονος τῆς κώμης καὶ Ολκανολ κωμάρχου ὡς ὑποτέτακται. ἐπὶ τῆς
θ σφραγῖδος ἀπὸ κοινωνίας Αὐνῆ Πωλίωνος κατὰ τὸ μέρος βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἀρούρας ἓξ ἄρουραι ϛ.
τῆς αὐτῆς σφραγῖδος βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἄρουραν μίαν ἥμισυ ἄρουραι α 𐅵.
καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου
καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι.
ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ
Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ.
ὁμοῦ γίνονται βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἄρουραι ζ 𐅵.
Αὐρήλιος Πετερμουθιος Διοσκόρου ἀπεγραψάμην τὰς προδεδηλωμένας καὶ παρέλαβον τὴν μέτρησιν. ὤμοσα
τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Κοπρῆς Εὐπόρου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Ἥρων γεωμέτρης ἐμέτρησα τὰς προδηλουμένας ἀρούρας. Αὐρήλιος Ἄναιος γεωμέτρης συνεμέτρησα. Αὐρήλιος Ἀπολλώνιος γεωμέτρης συνεμέτρησα. Αὐρήλιος Ἄβους ὁριοδείκτης ἐπέδειξα τὰς προκιμένας ἀρούρας καὶ οὐδὲν παρέλειψα. καὶ Ἀᾶς καὶ Ολκανολ κωμάρχης παρῆμεν τῇ μετρήσει. Αὐνᾶς γραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.
[6]
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ.
Αὐρηλίῳ Ἀλεξάνδρῳ ἄρξαντι πρυτανεύσαντι τῆς λαμπρᾶς Θμουιτῶν πόλεως ἀναμετρητῇ Ἀρσινοίτου
τοπαρχίας τετάρτης πέμπτης Ἡρακλείδου μερίδος.
παρὰ Αὐρηλίου Ἐκύσιος Φ[…]ἀπὸ[…]ἀπογράφομαι παρὰ σοὶ
κατὰ κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθείου ἐκ θείας προστάξεως τὴν καταλημφθεῖσαν ὑπὸ σοῦ ἐν σπορᾷ γῆν ἀπό τε τῆς ἀπογραφείσης ὑπʼ ἐμοῦ πρώην ἐπὶ Σαβείνῳ κηνσίτορι
ἰδίας μου χέρσου καὶ ἀδεσπότου περὶ κώμην Πτολεμαίδα Νέαν τῆς προκιμένηςτοπαρχίας ἧς καὶ παρείληφα τὰ μέτρα, μετρησάντων Ἥρωνος καὶ Ἀννέου καὶ Ἀπολλωνίου γεωμετρῶν, παρόντων Ἄβουτος ὁριοδείκτου καὶ Ἀᾶτος Ἀβούκεως μείζονος τῆς κώμης καὶ Ολκανολ
κωμάρχου ὡς ὑποτέτακται[…]ἐπὶ τῆς
δ σφραγῖδος ἀπὸ ἀδεσπότου βασιλικῆς γῆς σπορίμης[…]
τετρακαιεξηκοστόν[…]ἄρουραι[…]ξδ
τῆς αὐτῆς σφραγῖδος ἰδιωτικῆς γῆς σπορίμης ἄρουραι[…]
καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν
καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι
ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ
Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ.
ὁμοῦ γίνονται βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἄρουραι
[…]ἰδιωτικῆς γῆς σπορίμης ἄρουραι[…]ξδ
Αὐρήλιος Ἐκῦσις Φ[…]ἀπεγραψάμην τὰς προδεδηλω-μένας ἀρούρας καὶ τὸ μέρος καὶ παρέλαβον τὴν μέτρησιν. ὤμοσα τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Κοπρῆς Εὐπόρου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος
Ἥρων γεωμέτρης ἐμέτρησα τὰς προδεδηλωμένας ἀρούρας καὶ τὸ μέρος. Αὐρήλιος Ἄναιος γεωμέτρης συνεμέτρησα. Αὐρήλιος Ἀπολλώνιος
γεωμέτρης συνεμέτρησα. Αὐρήλιος Ἄβους ὁριοδείκτης ἐπέδειξα τὰς προκιμένας ἀρούρας καὶ τὸ μέρος καὶ οὐδὲν παρέλειψα καὶ Ἀᾶς καὶ Ολκανολ κωμάρχης παρῆμεν τῇ μετρήσει. Αὐνᾶς γραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.
[7]
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ.
Αὐρηλίῳ Ἀλεξάνδρῳ ἄρξαντι πρυτανεύσαντι Θμουιτῶν πόλεως ἀναμετρητῇ Ἀρσινοΐτου
τοπαρχίας τετάρτης πέμπτης Ἡρακλείδου μερίδος.
παρὰ Αὐρηλίας[…]τος Σίμου ἀπὸ κώμης Πτολεμαΐδος Νέας τοῦ αὐτοῦ νομοῦ. ἀπογράφομαι παρὰ σοὶ
κατὰ κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθείου ἐκ θείας προστάξεως τὴν καταληφθεῖσαν ὑπὸ σοῦ ἐν σπορᾷ γῆν ἀπὸ τῆς ἀπογραφείσης ὑπʼ ἐμοῦ πρώην ἐπὶ Σαβείνῳ κηνσίτορι
ἰδίας μου χέρσου περὶ τὴν αὐτὴν κώμην Πτολεμαΐδα Νέαν τῆς προκιμένης τοπαρχίαςἧς καὶ
παρείληφα τὰ μέτρα, μετρησάντων Ἥρωνος καὶ Ἀννέως καὶ Ἀπολλωνίου γεωμετρῶν, παρόντων
Ἄβουτος ὁριοδείκτου καὶ Ἀᾶτος Ἀβύκεως μείζονος τῆς κώμης καὶ Ολκανολ κωμάρχου
ὡς ὑποτέτακται. ἐπὶ τῆς
[…] σφραγῖδος ἰδιωτικῆς γῆς σπορίμης ἄρουραν μίαν ἑκκαιδέκατον ἄρουραι α ιϛ.
καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ
Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι
ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ
Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ.
ἔστιν ἡ προκιμένη ἰδιωτικῆς σπορίμης ἄρουραι α ιϛ.
Αὐρηλία[…]ς ἀπεγραψάμην τὴν προδεδηλωμένην ἄρουραν καὶ τὸ μέρος καὶ παρέλαβον τὴν
μέτρησιν. ὤμοσα τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Κοπρῆς Εὐπόρου ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου.
Αὐρήλιος Ἥρων γεωμέτρης ἐμέτρησα τὴν ἄρουραν καὶ τὸ μέρος. Αὐρήλιος Ἄναιος γεωμέτρης συνεμέτρησα ὡς πρόκιται. Αὐρήλιος Ἀπολλώνιος γεωμέτρης
συνεμέτρησα. Αὐρήλιος Ἄβους ὁριοδείκτης ἐπέδειξα τὴν προκειμένην ἄρουραν καὶ τὸ μέρος καὶ οὐδὲν παρέλειψα καὶ Ἀᾶς καὶ Ολκανολ κωμάρχης παρῆμεν τῇ μετρήσει. Ἀνᾶς γραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.
[8]
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ.
Αὐρηλίῳ Ἀλεξάνδρῳ ἄρξαντι πρυτανεύσαντι Θμουειτῶν πόλεως ἀναμετρητῇ Ἀρσινοΐτου
τοπαρχίας τετάρτης πέμπτης Ἡρακλείδου μερίδος.
παρὰ Αὐρηλίου Ἀπε[…]ἀπὸ ἀμφόδου Μοήρεως τοῦ Ἀρσινοΐτου. ἀπογραφομαι παρὰ σοὶ
κατὰ κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθείου ἐκ θείας προστάξεως τὴν
καταλημφθεῖσαν ὑπὸ σοῦ ἐν σπορᾷ γῆν ἀπὸ τῆς ἀπογραφείσης ὑπʼ ἐμοῦ πρώην ἐπὶ Σαβείνῳ κηνσίτορι ἀδεσπότου καὶ
ἰδίας μου χέρσου περὶ κώμην Πτολεμαΐδα Νέαν τῆς προκειμένης τοπαρχίας ἧς καὶ παρείληφα τὰ μέτρα,
μετρησάντων Ἥρωνος καὶ Ἀννέως καὶ Ἀπολλωνίου γεωμετρῶν, παρόντων Ἄβουτος ὁριοδείκτου
καὶ Ἀᾶτος Ἀβυκαιως μείζονος τῆς κώμης καὶ Ολκανολ κωμάρχου ὡς ὑποτέτακται. ἐπὶ τῆς
ε σφραγῖδος ἀπὸ κοινωνίας[…]…φης… κατὰ τὸ μέρος
ἀρούρης ἥμισυ τέταρτον ὄγδοον τετραεξηκοστόν ἄρουραι 𐅵 δ η ξδ
ιδ σφραγῖδος ἀπὸ κοινωνίας[…]σης βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἄρουραι[…]
καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν
καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι.
ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ
Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ.
ἔστι τὸ προκιμένον βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἄρουραι[…]
ἰδιωτικῆς γῆς σπορίμης ἄρουραι 𐅵 δ η ξδ.
Αὐρήλιος Ἀπε[…]ἀπεγραψάμην τὴν προδεδηλωμένην ἄρουραν καὶ τὸ μέρος καὶ παρέλαβον
τὴν μέτρησιν. ὤμοσα τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Κοπρῆς Εὐπόρου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.
Αὐρήλιος Ἥρων γεωμέτρης ἐμέτρησα τὴν ἄρουραν καὶ τὸ μέρος. ΑὐρήλιοςἌνναιος γεωμέτρης συνεμέτρησα. Αὐρήλιος Ἀπολλώνιος γεωμέτρης συνεμέτρησα.
Αὐρήλιος Ἄβους ὁριοδείκτης ἐπέδειξα τὰς προκειμένας ἀρούρας καὶ τὸ μέρος καὶ οὐδὲν παρέλιψα καὶ Ἀᾶς καὶ Ολκανολ κωμάρχης παρῆμεν τῇ μετρήσει. Αὐνᾶς γραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.
[9]
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸδ.
Αὐρηλίῳ Ἀλεξάνδρῳ ἄρξαντι πρυτανεύσαντι Θμουιτῶν πόλεως ἀναμετρητῇ Ἀρσινοΐτου
τοπαρχίας τετάρτης πέμπτης Ἡρακλείδου μερίδος
παρὰ Αὐρηλίων Ἐσούρεως Στρατιώτου […]υτ […]ειαφυ τῶν τριῶν ἀπὸ κώμης Πτολεμαΐδος Νέας
τοῦ αὐτοῦ νομοῦ. ἀπογράφομεν παρὰ σοὶ κατὰ κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθείου
ἐκ θείας προστάξεως τὴν καταληφθεῖσαν ὑπὸ σοῦ ἐν σπορᾷ γῆν ἀπό τε τῆς ἀπογραφείσης ὑφʼ ἡμῶν πρώην
ἐπὶ Σαβείνου κηνσίτορι ἰδίας μου χέρσου καὶ ἀδεσπότου περὶ κώμην Πτολεμαΐδα Νέαν τῆς προκειμένης
τοπαρχίας ἧς καὶ παρειλήφαμεν τὰ μέτρα, μετρησάντων Ἥρωνος καὶ Ἀννέως καὶ Ἀπολλωνίου γεωμετρῶν, παρόντων Ἄβουτος ὁριοδείκτου καὶ Ἀᾶτος Ἀβούκεως μείζονος τῆς κώμης καὶ Ολκανολ κωμάρχου ὡς ὑποτέτακται. ἐπὶ τῆς
[…]σφραγῖδος βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἀρούρας[…]
καὶὄμνυμεν τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου
καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι.
ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ
Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ.
ἔστιν τὰ προκίμενα[…]
[…]ειαφυτ ἀπεγραψάμεθα[…]
τὸν σεβάσμιον ὅρκον[…]
[…]Ἀπολλώνιος γεωμέτρης […]
Αὐνᾶςγραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.
[10]
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ.
Αὐρηλίῳ Ἀλεξάνδρῳ ἄρξαντι πρυτανεύσαντι Θμοϊτῶν πόλεως ἀναμετρητῇ Ἀρσινοΐτου
τοπαρχίας τετάρτης πέμπτης Ἡρακλείδου μερίδος.
παρὰ Αὐρηλίου[…]ου ἀπὸ κώμης Πτολεμαΐδος Νέας τοῦ αὐτοῦ νομοῦ. ἀπογράφομαι παρὰ σοὶ κατὰ
κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθείου ἐκ θείας προστάξεως τὴν καταληφθεῖσαν
ὑπὸ σοῦ ἐν σπορᾷ γῆν ἀπό τε τῆς ἀπογραφείσης ὑπʼ ἐμοῦ πρώην ἐπὶ Σαβείνῳ κηνσίτορι ἰδίας μου
χέρσου καὶ ἀδεσπότου περὶ τὴν αὐτὴν κώμην Πτολεμαΐδα Νέαν τῆς προκιμένης τοπαρχίας
καὶ παρείληφα τὰ μέτρα, μετρησάντων Ἥρωνος καὶ Ἀννέου καὶ Ἀπολλωνίου γεωμετρῶν,
παρόντων Ἄβουτος ὁριοδείκτου καὶ ἈᾶτοςἈβύκεως μείζονος τῆς κώμης καὶ Ολκανολ κωμάρχου
ὡς ὑποτέτακται. ἐπὶ τῆς
[…]σφραγῖδος ἀπὸ ἀδεσπότου βασιλικῆς γῆς σπορίμης ἀρούρης ἥμισυ τέταρτον ὄγδοον δυοτρείαντον ἄρουραι 𐅵 δ η λβ
τῆς αὐτῆς σφραγῖδος ἀπὸ κοινωνίας[…]κατὰ τὸ μέρος ἰδιωτικῆς γῆς σπορίμης[…]ἄρουραι[…]
τῆς αὐτῆς σφραγῖδος βασιλικῆς γῆς σπορίμης ἀρούρης ἥμισυ ὄγδοον ἑκκαιδέκατον ἄρουραι 𐅵 η ιϛ
καὶὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν
καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι
ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου
καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ.
ἔστιν ἡ προκιμένη βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἄρουρα α 𐅵 ιϛ λβ
ἰδιωτικῆς γῆς σπορίμης ἄρουραι[…][…]
Αὐρήλιος[…]ος ἀπεγραψάμην τὰς προδεδηλωμένας ἀρούρας καὶ παρέλαβον τὴν μέτρησιν. ὤμοσα
τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Κοπρῆς Εὐπόρου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Ἥρων
γεωμέτρης ἐμέτρησα τὰς προδηλουμένας ἀρούρας. Αὐρήλιος Ἄναιος γεωμέτρης συνεμέτρησα.
ΑὐρήλιοςἈπολλώνιος γεωμέτρης συνεμέτρησα. Αὐρήλιος Ἄβους ὁριοδείκτης
ἐπέδειξα τὰς προκιμένας ἀρούρας καὶ οὐδὲν παρέλειψα. Ἀᾶς καὶ Ολκανολ κωμάρχης παρῆμεν τῇ μετρήσει. Αὐνᾶς
γραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.
[11]
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ.
Αὐρηλίῳ Ἀλεξάνδρῳ ἄρξαντι πρυτανεύσαντι τῆς λαμπρᾶς Θμουειτῶν πόλεως ἀναμετρητῇ Ἀρσινοΐτου
τοπαρχίας τετάρτης πέμπτης Ἡρακλείδου μερίδος.
παρὰ Αὐρηλίου Ἀππιανοῦ Ὡρίωνος ἀπὸ ἀμφόδου Ἱερᾶς Πύλης τοῦ Ἀρσινοΐτου. ἀπογράφομαι παρὰ σοὶ
κατὰ κέλευσιν τοῦ διασημοτάτου καθολικοῦ Οὐαλερίου Εὐηθείου ἐκ θείας προστάξεως τὴν καταλημφθεῖσαν ὑπὸ σοῦ ἐν σπορᾷ γῆν ἀπὸ τῆς εὑρεθείσης ὑπʼ ἐμοῦ πρώην ἐπὶ Σαβείνῳ κηνσίτορι ἀδεσπότου
χέρσου περὶ κώμην Πτολεμαΐδα Νέαν τῆς προκιμένης τοπαρχίας ἧς καὶ παρείληφα τὰ μέτρα, μετρησάντων Ἥρωνος καὶ Ἀννέου καὶ Ἀπολλωνίου γεωμετρῶν, παρόντων Ἄβουτος ὁριοδείκτου καὶ Ἀᾶτος Ἀβοικεως
μείζονος τῆς κώμης καὶ Ολκανολ κωμάρχου ὡς ὑποτέτακται. ἐπὶ τῆς
ιδ σφραγῖδος ἀπὸ κοινωνίας Ατεψενης κατὰ τὸ μέρος βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἄρουραν
μίαν δυοτρείαντον ἄρουραι α λβ
καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου
καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι.
ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου
καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ κϛ.
ἔστιν ἡ προκιμένη βασιλικῆς γῆς σπορίμης ἀπὸ ἀδεσπότου ἄρουρα α λβ.
Αὐρήλιος Ἀππιανὸς Ὡρίωνος ἀπεγραψάμην τὴν προδεδηλωμένην ἄρουραν καὶ τὸ μέρος καὶ παρέλαβον τὴν μὲτρησιν. ὤμοσα τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Κοπρῆς Εὐπόρου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Ἥρων
γεωμέτρης ἐμέτρησα τὴν ἄρουραν καὶ τὸ μέρος. Αὐρήλιος Ἄναιος γεωμέτρης συνεμέτρησα.
Αὐρήλιος Ἀπολλώνιος γεωμέτρης συνεμέτρησα.
Αὐρήλιος Ἄβους ὁριοδείκτης ἐπέδειξα τὴν προκιμένην ἄρουραν καὶ τὸ μέρος καὶ οὐδὲν παρέλειψα καὶ Ἀᾶς καὶ Ολκανολ κωμάρχης παρῆμεν τῇ μετρήσει. Αὐνᾶς γραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.