no image
DDbDP-text
Prêt d’argent et de blé via HGV-meta
Linked by Trismegistos ID
TM 10699.
Each record below describes this same artifact or text from a different angle.
Μᾶρκος Λουκρήτιος Διογένης καὶ ἡ ἀδελ φή μου Λουκρητία Ὀκταυία Ἀντινοεῖς καὶ ὡς χρηματίζομεν Ἰγνατίῳ Ἀπολιναρίῳ Ἀντινοεῖ καὶ ὡς χρηματίζει χαίρειν. ὁμολογοῦμεν διὰ τό δε τὸ χειρόγραφον εἰληφέναι παρὰ σοῦ ἀργυ ρίου σεβαστοῦ νομίσματος δραχμὰς τετρακο σίας ἀριθμοῦ πλήρης καὶ πυροῦ ἀρτάβας ι γίνονται πυρ οῦ ἀρτάβαιἀρτάβας δέκα , μέτρῳ ὀγδόῳ σοῦ Ἀπολι ναρίου, αἷς οὐδὲν προσεγράφηπροσεγραφησαν, ἅσπερ ἀπο δώσομέν σοι ἐν μηνὶ Παῦνι ἀνυπερθέτως. ἐὰν δὲ μὴ ἀποδῶμεν, γινομένης σοι τῆς πράξεως ἔκ τε ἡμῶν καὶ ἐκ τῶν ὑπαρχόν των ἡμῖν πάντων καθάπερ ἐκ δίκης. τὸ χειρόγραφον τοῦτο ἁπλοῦν γραφὲν χωρὶς ἀλείφατοςἀλίφαδος καὶ ἐπιγραφῆς κύριον ἔστω παν ταχῇ καὶ παντὶ τῷ ἐπιφέροντι ὡς ἐν δημο σίῳ κατακεχωρισμένον. ΛουκρήτιοςΛουκρητις Διογένης καὶ Λουκρητία ἐλάβομεν τὰς δραχμὰς τετρακοσίας καὶ τὰς τοῦ πυροῦ ἀρτά βας δέκα καὶ ἀποδώσομενἀποδόσωμεν ὡς πρό κιται. Λουκρήτιος ἔγραψα ὑπὲρ τῆς ἀδελ φῆς μου, γράμματα μὴ εἰδυίαςἰδυίης. ἔτους κβ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, Ἁθὺρ ιϛ. Διογένους Παραδρο μαίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.