Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
chrest.mitt.227
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Ἀμμώνιος στρατηγὸς Ἀρσινοΐτου Ἡρακλείδου μερίδος Ἥρωνι ὑπηρέτῃ. μετάδος ἐνώπιον ὡς καθήκει τοῖς προστεταγμένοις ἀκολούθως. ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἐπὶφ κ. σεσημείωμαι. Ἀμμωνίῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Λουκίου Ἀντωνίου Μίνορος Ἀντινοέως ἈθηναιέωςἈθηναιευς τοῦο καὶ Ἐριχθόνιος. οὗ παρεκόμισα ἀπὸ διαλογῆς δημοσιώσεως χρημα τισμοῦ ἀντίγραφον ὑπόκειται καὶ ἀξιῶ τούτου τὸ ἴσον διʼ ὑπηρέτου μεταδοθῆναι τῷ διὰ τοῦ χρηματισμοῦ σημαινομένῳσημαινομενου Γαΐῳ Ἰουλίῳ Μαρτιάλι οὐετρανῷ ἐνώπιον ἵνʼ εἰδῇ. ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἐπείφ. ἐστὶ δὲ τοῦ χρηματισμοῦ τὸ ἀντίγραφον τόδε· ἱερεὺς καὶ ἀρχιδικαστὴς στρατηγῷ Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ κη. ΑὐρήλιοςΑὐρηλις Ἐπίμαχος σεσημείωμαι . Φλάυιος Αὐρήλιος Ἀν νομο γράφος ἀγορᾶς ἔγραψα τὴν οἰκονομίαν πᾶσαν. Διοδότῳ γεναμένῳ ἀγορανόμῳ καὶ ἐπὶ τῆς εὐθηνίας ἱερεῖἱερῖ ἀρχιδικαστη?ͅ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρημα τιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Λουκίου Ἀντωνίου Μίνορος. τοῦ προειμένου δισσοῦ χειρογράφου σὺν τοῖς μετὰ τὸν χρόνον γράμμασιν ἀν τίγραφον ὑπόκειται. Γάϊος Ἰούλιος Μαρτιάλις οὐετρανὸς Λουκίῳ Ἀντωνίῳ Μίνορι χαίρειν. ὁμολογῶ εἰληφέναι παρά σου δάνειονδάνιον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς χιλίαςχειλίας διακοσίας , τόκου δραχμιαίου τόκου δραχμιαίου τῇ μνᾷ κατὰ μῆνα ἕκασ τον, ὧν καὶ τὴν ἀπόδοσιν ποιήσομαι ἐντὸς ἐνιαυτοῦ ἑνὸς σὺν τοῖς τόκοις. ἐὰν δὲ μὴ ἀποδῶ, ἔσται σοι ἡ πρᾶξις ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκἐγ δίκης. τὸ δὲ χειρόγραφον τοῦτο ἰδιόγραφόν μου ὂν δισσόν σοι ἐξεδόμην καὶ μ καθαρὸν ἀπὸ ἐπιγρα φῆς καὶ ἀλείφαδοςἀλίφαδος· κύριον ἔστω ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. ἔτους κζκθ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Εὐτυχοῦς Εὐσεβοῦς Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικου Μεγίστου Βρεταννικοῦ Τῦβι ια. τουτο καὶ τῆς ἀναδόσεως μὴ γεγονυίης βούλομαι ἐν δημοσίῳ γενέσθαι τὸ αὐθεντικὸν δισσὸν χειρόγραφον καὶ ἀξιῶ ἀναλαβόντες αὐτὸ παρʼ ἐμοῦ ὑπογεγραμμένουὑπογράψαντος τοῦ παρʼ ἐμοῦ ω περὶ τοῦ εἶναι αὐτὸ ἰδιόγραφον σὺν τοῖς μετὰ τὸν χρόνον γράμμασι τοῦ Γαΐπι Ἰουλίου Μαρτιάλιος συνκαταχωρίσαι αὐτὸ τῷδε τῷ ὑπομνήματι εἰς ἀμφοτέρας τὰς βιβλιοθήκας καὶ συντάξαι γράψαι τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου στρατηγῷ μεταδῶναι τούτου ἀντίγραφον τῷ Ἰουλίῳ Μαρτιάλι, ὅπως ποιήσηταί μοι τὴν ἀπόδοσιν τοῦ τε προκειμέ νου κεφαλαίου καὶ τῶν τόκων, ἢ εἰδῇ ἐσομένην μοι τὴν πρᾶξιν ἐξ ὑπαρχόντων αὐτοῦ, ἀφʼ ὧν ἐὰν τελειώσωτελιώσω ἐνεχυρασίας γραμμάτων. δ τὸ χειρόγραφον ἔχει μου π ὡς καθήει. ἔτους κθκη Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεχείρ. ἐσημειωσάμηνἐσημιωσάμην. ιν ἘριχθονίουCross-references (3)
- TM-Text 9238 primary
- DDbDP-Text chrest.mitt;;227 tier-1
- HGV-Text 9238 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.