no image
DDbDP-text
Eingabe an den Strategen zwecks Zustellung einer ἀντίρρησις via HGV-meta
Linked by Trismegistos ID
TM 9481.
Each record below describes this same artifact or text from a different angle.
Φλαουίῳ Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Λουκίου Ἰγνατίου Κασιανοῦ. οὗ παρεκόμισα ἀπὸ διαλογῆς χρηματισμοῦ ἀντίγραφον ὑπόκειται, καὶ ἀξιῶ τὸ ἴσον διʼ ἑνὸς τῶν περὶ σὲ ὑπηρετῶν μεταδοθῆναι τῷ διʼ αὐτοῦ δηλουμένῳ Μάρ κῳ Οὐαλερίῳ Τούρβωνι ἐνωπίῳ, ἵνʼ εἰδῇ, ἔτους ιϛ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἔστι δὲ τοῦ χρηματισμοῦ ἀντίγραφον· Διόδωρος ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς Ἀρσινοείτου Ἡρακλείδου μερίδος στρατηγῷ χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω, ὡς ὑπόκειται. ἔτους ιϛ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ ζ. ο ωνίου γενομένῳ στρατηγῷ τῆς πόλεως ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶντων καὶ τῶν ἄλλων κριτηρίων παρὰ Λουκίου Ἰγνατίου Κασιανοῦ. τῷ ἐνεστῶτι ἔτει Παῦνι Μᾶρκος Οὐαλέριος Τούρβων μετέδωκέν μοι διὰ τοῦ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου στρατηγοῦ ἀντίγραφον διαστολικοῦ περὶ τῶν ὀφειλομένων Γαίῳ Ἰουλίῳ Ἀντωνίνῳ, οὗ μεταλλάξαντος ἐγένετο κληρονόμος, ὑπὸ Ιαίου Λουκίου Ἰγνατίου στρατιώτου σπείρας δευτέρας Θηβαίων καὶ τῶν τούτου τέκνων Λουκίου Ἰγνατίου Κασιανοῦ καὶ Ἰγνατίας Ἀφροδοῦτος κατὰ συνχώρησιν τόκων δραχμιαίων ἐπὶ ὑποθήκῃ περὶ κώμην Φιλαδέλφειαν τοῦ μὲν Λουκίου Ἰγνατίου Κασιανοῦ σιτικαῖς ἀρούραις τρισί , τῆς δὲ Ἰγνατίας Ἀφροδοῦτος ἀρούραις δυσί . διὸ ποιούμενος τὴν δέουσαν ἀντίρρησινἀντίρησιν δηλῶ ἐντὸς ὄντα μεμου τῆς βοηθουμένης ἡλι κίας, ἔτι δὲ καὶ μηδενός μου ἀργυρίου ἐξοδιασθέντοςἐξωδιασθέντος μηδενὶ ταύτῃ τη βοη θεῖσθαι ὑπὸ τῶν κατὰ καιρὸν ἡγεμόνων καὶ δικαιοδοτῶν καὶ ἃ καλῇ πίστει ἐξοδιάζεται ων ὡς οὐδὲν τοιοῦτο δύναται, ἀποδείξω ἀναγκαίωςἀνανκαίως διὰ τῆς σῆς ἐξουσίας καὶ ἀξιῶ συντάξαι γράψαι τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου στρατηγῷ μεταδοῦ ναι τούτου ἀντίγραφον τῷ Οὐαλερίῳ Τούρβωνι, ὅπως εἰδῇ ἄκυρον καὶ ἐγβόλιμον αὐτῷ ομ μεταδοῦναι διαστολικὸν γενομ σὺν οἷς ἐὰν ἀποτολμήσῃ μεταδοῦναι κου γη ἔτους ιϛ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορή. σεσημείωμαι. Ἄρειος ὑπηρέτης μεταδέδωκα ἐνώπιον. ἔτους ιζ ΑὐρηλίουΑὐληρίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ΦαμενὼθSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.