Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.dion.9

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῇ καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναικὶ θεοῖς Εὐεργέταις χαίρειν. Κέφαλος Διονυσίου τῶν ἐν τῶι Ἑρμοπολίτηι μισθοφόρων καταγινομένων δʼ ἐν τῆι Ἀκώρεως καθʼ ὑπερβολὴν ἠδικημένος καὶ κινδυνεύων ἀντʼ ἐλευθέρου δοῦλος γενέσθαι χάριν τῶν διαπε πραγμένων εἴς με ὑπὸ Λυσικράτου τοῦ Χαρίνου, ἱππάρχου τῶν τοῦ αὐτοῦ νομοῦ κατοίκων ἱππέων, ἠνάγκασμαι τὴν ἐφʼ ὑμᾶς καταφυγὴν ποιήσασθαι ἵνα τύχω βοηθείας. τοῦ γὰρ ζι κη ἔτους ὠνησαμένου μου παρὰ τοῦ ἐγκαλουμένου οἴνου χοῦς τ, τῆς δὲ τού των συναγομένων τιμῆς χαλκοῦ ταλάντων κδ προεμένου μου αὐτῶι χειρόγραφον, ὃ διασαφεῖ τὴν καταβολὴν αὐτῶι ποιήσασθαι ἐπὶ τὴν ἐπὶ τῶν τόπων Σωτίωνος τράπεζαν ἐν τῶι σημανθέντι χρόνωι, διὸ καὶ ἐν τῶι Παχὼν μηνὶ τοῦ αὐτοῦ ἔτους διαγράψαντός μου ἐπὶ τὴν προειρημένην τοῦ Σωτίωνος τράπεζαν ἀπὸ τοῦ προδιεσταμένου κεφαλαίου χαλκοῦ τάλαντα ιγ ἀκολούθως καὶ οἷςὁ͂ς συνηλάκχειν, παρʼ οὗ καὶ λαβόντος μου τὸ τῆς ἀποχῆς σύμβολον· μετὰ δὲ ταῦτα ἀποδόντος μου τῶιτ ΛυσικράτειΥσικράτει τὰ λοιπὰ τῆς τιμῆς τοῦ οἴνου χαλκοῦ τάλαντα ια καὶ προσεδρεύοντος τῆι τοῦ χειρογράφου ἀνακτήσειἀγχτήσει ὑποσχομένουὑποσχομενος τε τοῦο ἐγκαλουμένουἐγκαλουμενος ἡσυχίας εἶχον τῶι μηδεμίαν ἔννοιαν κακίας ἔχειν· χρόνου δὲ δια γενομένου καὶ τοῦ ἐγκαλουμένου ἐπιβολὴν σχόντος εἰς τὸ διασεῖσαί με ἐντυχόντος κατʼ ἐμοῦ ωι τῶι ἐπὶ τῶν τόπων στρατηγῶι, περιέσπα με ἐπʼ αὐτὸν ὡς μὴ ἀποδόντος ἐμοῦ αὐτῶιαὐτου τὰ διάφορα, ἐμπλεκείς τέ μοι οὐκ ἀπέστηι εἰ μὴ ἠνάγκασε σεσημειῶσθαι ὑπὲρ ἐμοῦ συγγραφὴν αἰγυπτίαν τόν τε ἀδελφόν μου Πετεαρποχράτην καὶ Τοθοῆν καὶ Πετενοῦφιν καὶ τὴν μητέρα μου Σενοβάστιν χαλκοῦ ταλάντων ι, διασταλέντος ἐν τῶι συμβολαίωι τὴν ἀπόδοσιν αὐτῶι ποιήσασθαι ἐν ἔτεσι γ ἀπὸ τοῦ κθθκ ἔτους, ὃς καὶ παραχρῆμα ἐμεσιδίωσεν τὸ προειρημένον χειρόγραφον Πετεχῶντί τινι τῶν ἐκ τῆς Ἀκώρεως, ὧι καὶ συνέταξεν μὴ προέσθαι μοιμε αὐτό, ἐὰν μὴ πρότερον κομίσαι αὐτὸν τὰ προκείμενα χαλκοῦ τάλαντα ι, ὑπολαμβάνων τῶι τοιούτωι τρόπωι δὶς τὰ αὐτὰταυτὰ πράξειν με· διό, μέγιστε βασιλεῦ καὶ βασί λισσαι, συνέβη αὐτῶι εἰς ἕκαστα βουλόμενος αὐτὸν ὁμόλογον καταστῆσαι. δέομαι οὖν ὑμῶν τῶν μεγίστων θεῶν μή με ὑπεριδεῖν ἐνεδρευόμενον ὑπὸ ἀνθρώπου ἀγνώμονος, ἀντιλαβομένους δʼ ἐὰν φαίνηται προστάξαι χρηματίσαι μου τὴν ἔντευξιν τα Ἀπολλόδωρον τῶν πρώτων φίλων καὶ ἐπιστάτην καὶ γραμματέα τῶν κατοίκων ἱππέων, ὅπως μεταπεμψάμενος τὸν Λυσικράτην διὰδιὸ Ἡραστράτου τοῦ πρὸς ταῖς συντά ξεσιν τῆς τε τῶν πραγμάτων ἀληθείαςἀλεθείας ἐξετασθείσης, ἐὰν ᾖ οἷα προφέρομαι, κρίνῃ μηδεμίαν εἶναι αὐτῶι παρʼ ἐμοῦ πρᾶξιν κατὰ μηδέναμηνα τρόπον, ἄκυρον δὲ κατασταθῆναικατασσταθῆναι καὶ τὴν σημαινομένην τῶν ταλάντων ι συγγραφήν, ὁμοίως δὲ καὶ τὸ μεμεσιδιωμένον χειρόγραφον, μέχρι δὲ τούτου μὴ ἐξῇ αὐτῶι κομισαμένῳ τὸ ἀντίγραφον τῆς ἐντεύξεως ταύτης μηδεμίαν οἰκονομίαν κατʼ ἐμοῦ ποιεῖσθαι μηδὲ περισπᾶν με μηδὲ τοὺς προγεγραμμένους ἐγγύους, διεγγυάτω δὲ τοῦ καθήκοντος προστίμου τῶι ἐπὶ τῶν τόπων ξενικῶι πράκτορι· τούτου δὲ γενομένου τεύξομαι ἀντιλήμψεως. εὐτυχεῖτε.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.