Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.dion.12
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Ὀννῶφρις καὶ Πβῖχις Ἀγαθονίκωι καὶ Ἐπιμάχωι χαίρειν. τοῦ παρὰ Διονυσίου τοῦ Κεφαλᾶ τῶν ἐκ κώμης Τήνεως τοῦ Μωχίτου βασιλικῶν γεωργῶν ὑπομνήματος ἀντίγραφον ὑπόκειται. ἐπεὶ οὖν ὁ κράτιστος καιρὸς ἐνέστηκεν κατασπείρειν, μὴ παραλαμβάνετε ἀλλʼ ἀπερίσπαστον ἐᾶτε αὐτὸν ἀκολούθως τοῖς περὶ τούτων προστεταγμένοις μέχρι ἂν ἀπὸ τοῦ σπόρου γένηται. ἔρρωσθε. ἔτους ι Θῶυθ κε. Ὀννώφρει καὶ Πβίχει βασιλικοῖς γραμματεῦσι παρὰ Διονυσίου τοῦ Κεφαλᾶ βασιλικοῦ γεωργοῦ τῶν ἐκ κώμης Τήνεως τῆς καὶ Ἀκώρεως τοῦ Μωχίτου. διὰ τὰς ἐπὶ τοῦ πράγματος ὑποδειχθησομένας αἰτίας γραψαμένου ἐμοῦ τε καὶ τῆς μητρός μου Σεναβολλοῦτος Ἀδμήτωι τῶι καὶκὰ Χεσθώτηι τῶν ἐκ τῆς αὐτῆς κώμης συνγραφὴν δανείου διὰ τοῦ μνημονείου πυροῦ ἀρταβῶν ρν ἐν τῶι θ ἔτει, οὐ μόνον δέ, ἀλλὰ καὶ ἐθέμην αὐτῶι ἐν πίστει καθʼ ὧν ἔχω ψιλῶν τόπων συνγραφὴν ὑποθήκης· ὁ ἐνκαλούμενος ἐνκρατὴς γενόμενος τῶν συναλλάξεων οὐθὲν τῶν διασταθέντων μοι πρὸς αὐτὸν ἐπὶ τέλος ἤγαγεν, ὧν χάριν οὐκ ὀλίγα μοι βλάβη διʼ αὐτὸν παρηκολούθησεν· καὶ νῦν δὲ ἐπʼ ἀδίκου στάσεως ἱστάμενος, συνορῶν με περὶ τὴν κατασπορὰν ἧς γεωργῶι γῆς κατασχολούμενον, καταδρομάς μου ποιούμενος οὐκ ἐᾷ με πρὸς τῆι γεωργίαι γίνεσθαι παρὰ τὰ περὶ ἡμῶν τῶν γεωργῶν διὰ πλειόνων προστετα γμένα· ὅθεν τῆς γῆς ἐκφυγεῖν κινδυνευούσης ἠνάγκασμαι, ἐπὶ τοῦ παρόντος οὐ δυνάμενος πρὸς αὐτὸν περὶ τῶν συναλλαγμάτων διαδικεῖν, τὴν ἐπὶ ὑμᾶςσε καταφυγὴν ποιήσασθαιποιήσεσθαι. ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι γράψαι Ἀγαθονίκωι καὶ Ἐπιμάχωι τοῖς τῶν ξενικῶν πράκτορσι, ἐὰν ὁ ἐνκαλούμενος ἐπιχειρῇ κατεγγυᾶν με αὐτοῖς, μὴ παραλαμβάνειν με μέχρι τοῦ ἀπὸ τῆς κατασπορᾶς γενόμενόν με συστήσασθαι πρὸς αὐτὸν τὸν περὶ ἁπάντων λόγον· τούτου δὲ γενομένου οὐθὲν τῶν τῶι βασιλεῖ χρησίμων διαπεσεῖται, ἐγώ τʼ ἔσομαι ἀντειλημμένος. εὐτυχεῖτε. Ἀγαθονίκωι Ἐπιμάχωι.Cross-references (3)
- TM-Text 3095 primary
- DDbDP-Text p.dion;;12 tier-1
- HGV-Text 3095 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.