Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.dion.11
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Ἀσκληπιάδει συγγενεῖ καὶ στρατηγῶι παρὰ Διονυσίου τοῦ Κεφαλᾶ βασιλικοῦ γεωργοῦ τῶν ἐκ κώμης Τήνεως τῆς καὶκωα Ἀκώρεως τοῦ Μωχίτου. διὰ τὰς ἐπὶ τοῦ πράγματος ὑπο δειχθησομένας αἰτίας γραψαμένου ἐμοῦ τε καὶ τῆς μητρός μου Σεναβολλοῦτος Ἀδμή τῶι τῶι καὶ Χεσθώτηι τῶν ἐκ τῆς αὐτῆς κώμης συγγραφὴν δανείου διὰ τοῦ μνημο νείου πυρῶν ἀρταβῶν ρν ἐν τῶι θ ἔτει, οὐ μόνον, δʼ ἀλλὰ καὶ ἐθέμην αὐτῶι ἐν πίστει καθʼ ὧν ἔχω ψιλῶν τόπων συγγραφὴν ὑποθήκης· ὁ ἐγκαλούμενος ἐγκρατὴς γενόμενος τῶν συναλλάξεων οὐθὲν τῶν διασταθέντων μοι πρὸς αὐτὸν ἐπὶ τέλος ἤγαγεν, ὧν χάριν οὐκ ὀλία μοι βλάβη διʼ αὐτὸν παρη κολούθησεν· καὶ νῦν δʼ ἐπʼ ἀδίκου στάσεως ἱστάμενος, συνορῶν με περὶ τὴν κατα σπορὰν ἧς γεωργῶ γῆς κατασχολούμενον, καταδρομάς μου ποιούμενος οὐκ ἐᾷ με πρὸς τῆι γεωργίᾳ γίνεσθαι παρὰ τὰ περὶ ἡμῶν τῶν γεωργῶν διὰ πλειόνων προστετα γμένα· ὅθεν τῆς γῆς ἐκφυγεῖν κινδυνευ ούσης ἠνάγκασμαι, ἐπὶ τοῦ παρόντος οὐ δυνάμενος πρὸς αὐτὸν περὶ τῶν συν αλλαγμάτων διαδικεῖν, τὴν ἐπὶ σὲ κατα φυγὴν ποιήσασθαι. ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι πρὸ πάντων μὲν γράψαι τῶι τῆς Ἀκώρεως ἐπιστάτει μὴ ἐπιτρέπειν τῶι ἐγκαλουμένωι μήτʼ ἐμὲ μήτε τὴν μητέρα μου παρενοχλεῖν, δοῦναι δʼ ἐμοὶ τὰς πίστεις διʼ ἐγγράπτων, μέχρι τοῦ ἀπὸ τῆς κατασπορᾶς γενόμενόν με συστήσασθαι αὐτῶι τὸν περὶ ἑκάστων λόγον· τούτου δὲ γενομένου οὐθὲν τῶν τῶι βασιλεῖ χρησίμων διαπεσεῖται, ἐγώ τʼ ἔ σομαι ἀντειλημμένος. εὐτύχει. Βίαντι· εἰ ἔστι βασιλικὸς γεωργός, προνοηθῆναι ὡς ἀπερίσπαστος κατασταθήσεται μέχρι ἂν ἀπὸ τοῦ σπόρου γένηται. ἔτους ι Θῶυθ κδ. Διονυσίου Βίαντι.Cross-references (3)
- TM-Text 3094 primary
- DDbDP-Text p.dion;;11 tier-1
- HGV-Text 3094 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.