Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.dryton.1.4

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἔτους μδ Παῦνι θ ἐν Παθύρει ἐπʼ Ἀσκληπιάδου ἀγορανόμου. ΤάδεΤάτε διέθετο ὑγιαίνων νοῶν φρονῶν Δρύτων Παμφίλου Κρὴς τῶν διαδόχων καὶ τοῦ ἐπιτάγματος ἱππάρχης ἐπʼ ἀνδρῶν· εἴηεἴηι μέμ μοι ὑγιαίνοντι τῶν ἐμαυτοῦ κύριον εἶναι· ἐὰν δέ τι ἀνθρώπινον πάθω, καταλείπω καὶ δίδωμι τὰ ὑπάρχοντά μοι ἔγγαιά τε καὶ ἔπιπλα καὶ κτήνη καὶ ὅσα ἂν προσεπικτήσωμαι, τὸν μὲν ἱππον ἐφʼ οὗ στρατεύομαι καὶ τὰ ὅπλα πάντα Ἐσθλάδαι τῶι ἐξ ἐμοῦ ἐξ Σαραπιάδος τῆς Ἐσθλάδου τοῦ Θεωνος ἀστῆς ἧι συνήμην γυναικὶ κατὰ νόμους καὶ κατὰ διαθήκην τὴν κεχρηματισμένην διὰ τοῦ ἐν Διὸς πόλει τῆι μικρᾶι ἀρχείου ἐπὶ Διονυσίου ἀγορανόμου ἐν τῶι ϛ ἔτους ἐπὶ τοῦ Φιλομήτορος, ἣ διασαφεῖ τά τε ἄλλα καὶ ἐπίτροπον Ἑρμφιλον ὄντα συγγενῆσυγγενηι κατέστησεν καὶ ἀπὸ τῶν οἰκετικῶν σωμάτων δ ὧν ὀνόματα Μυρσίνην καὶ ταύτης τὰ δὲ λοιπὰ θηλυκὰ β αἷς ὄνομα Εἰρήνην καὶ Ἀμπέλιον Ἀπολλωνίαι καὶ ταῖς ἀδελφαῖς οὔσαιςοὐσι ε καὶ τὸ ὕπαρχοντον υπαρχοντα μοι ἐπὶ τοῦ Κόχλακος τῆς Ἀραβίας τοῦ Παθυρίτου ἔδαφος ἀμπελῶνος καὶ τὰ ἐν τούτωι φρέατα ἐξ ὀπτῆς πλίνθου καὶ τἆλλα συνκύροντα καὶ τὴν ἅμαξαν σὺν τῆι ἐπισκευῆι καὶ τὸν περιστερῶνα καὶ τὸν ἄλλον ἡμιτέλεστον καὶ αὐλὴν ὧν γείτονες νότου ψιλοὶ τόποι τοῦ αὐτοῦ Ἐσθλάδου βορρᾶ οἶκος κεκαμαρωμένος Ἀπολλωνίας τῆς νεωτέρας ἀπηλιώτου τόπος ς Πετρας τοῦ Ἐσθλάδου λιβὸς ψιλὸς τόπος Ἐσθλάδου ἕως τῆς ἀνεῳγμένης θύρας ἐπὶ λίβα· τοὺς δὲ λοιποὺς οἴκους καὶ χρηστῆρας καὶ παλαιὰν καὶ ψιλὸν τόπον εἰς περιστερῶνα ἀποδεδειγμένον ὑποκάτω τῆς Ἐσθλάδου θύρας καὶ ἀπὸ λιβὸς τῆς καμάρας δίδωμι Ἀπολλωνίαι καὶ Ἀριστοῖ καὶ Ἀφροδισίαι καὶ Νικαρίωι καὶ Ἀπολλωνίαι νεωτέραι οὔσαιςοὐσι ε ταῖς ἐξ ἐμοῦ καὶ ἐξ Ἀπολλωνίας τῆς καὶ Σεμμώνθιος ἧι σύνειμι γυναικὶ κατὰ νόμους καὶ τὰ θηλυκὰ β σώματα καὶ τὴν βοῦν ἐξ ἴσου κυριευέτωσαν ταῖς οἰκίαις καθʼ ὃν πεποίημαι μερισμόν· δότω δὲ Ἐσθλάδας ἀπὸ τοῦ δεδομένου αὐτῶι ψιλοῦ τόπου ἀπέναντι τῆς θύρας αὐτοῦ ἐπὶ λίβα πήχεις ἐμβαδοὺς δ εἰς κλιβάνου τόπον· τὰ δὲ λοιπὰ οἰκόπεδα καὶ ψιλοὺς τόπουςψιλοι τοποι ἐν Διος πόλει τῆι μεγάληι ἐν τῶι Ἀμμωνιείωι καὶ ἐν τοῖς Κεραμείοις ἐχέτω Ἐσθλάδας κατὰ τὸ ἥμισυ Ἀπολλωνία δὲ καὶ ἀδελφαὶ κατὰ τὸ ἥμισυ καὶ τἆλλα ὑπάρχοντά μοι πάντα σύμβολά τα σιτικὰ καὶ ἀργυρικὰ καὶ ἔπιπλα πάντα κατὰ τὸ ἥμισυ· δότω δὲ Ἐσθλάδας καὶ αἱ περὶ Ἀπολλωνίαν κατὰ κοινὸν εἰς οἰκοδομὴν περιστερῶνος ἀνηλώματα εἰς τὸν ἀποδεδειγμένον περιστερῶνα ἕως ἂν ἐπιτελέσωσι καὶ Ἀπολλωνίαι τῆι καὶ Σεμμώνθει τῆι ἐμῆι γυναικὶ ἐτῶν δ ἐὰν παραμείνηι ἐν τῶι οἴκωι ἀνέγκλητος οὖσα εἰς τροφὴν αὐτῆς καὶ ταῖς β θυγατράσιν ἑκάστου μηνὸς πυροῦ θ ἥμισυ κροτῶνος 𐅵 χαλκοῦ σ καὶ μετὰ δ ἔτη τὰ αὐτὰ μετρήματα δότωσαν ταῖς β νεωτέραις ἐκ κοινοῦ ἕως ἐτῶν ια· δότωσαν δὲ Ταχράτει εἰς φερνὴν χαλκοῦ τάλαντα ιβ ἐκ τῶν κοινῶν· Ὃσα δʼ ἄν φαίνηται ἐπίκτητα ἔχουσα ἡ Σεμμῶνθις ὄντα αὐτῆι συνοῦσα Δρύτωνι κυριευέτω αὐτῶν· οἱ δʼ ἐπελεύσοντες ἐπʼ αὐτὴν περὶ τούτων Ἔτους μδ Παῦνι θ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.