no image
DDbDP-text
ἔτους τρίτου Αὐτοκράτορος Τίτου Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Δαισίου τετράδι, Φαρμοῦθι δ ἐν τῇ Σοκνοπαίου ΝήσῳΝήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Στοτοῆτις Τεσενούφιος τοῦ Τεσενούφιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα ἑνὸς οὐλὴ μετώπῳ ἐκ δεξιῶν τρον Πανεφρίμμεως μέρους καὶ ἅπαντι δεξιῷ ἔχειν παρʼ αὐτῆς τὸν ὁμολογοῦντα παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἐφʼ ἑαυτῇ φερνὴν ἀργυρίου κεφαλαίου δραχμὰς εἴκοσι · συνβιούτωσαν οὖν ἀλλήλοις ὅ τε ὁ Στοτοήτιος καὶ ἡ Τανεφρίμμις καθὼς καὶ προεγαμοῦσαν ἀμεμψιμοιρήτως, καθότι καὶ πρότερον τοῦ ὁμολογοῦντος ἐπιχορηγοῦντος αὐτῇ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα, ὅσα καθήκει γυναικὶ γαμετῇ κατὰ δύναμιν τοῦ βίου· ἐὰν δὲ διαφορᾶς γενομένης χωρίζωνται ἀπʼ ἀλλήλων ἀποδοῦναι Στοτοῆτιν τῇ Τανεφρίμμι τὴν φερνὴν ἀργυρίου δραχμὰς εἴκοσι ἐν ἡμέραις ἑξήκοντα , ἀφʼ ἧς ἐὰν ἀπαιτήσῃἀπαιτήσει· ἐὰν δὲ μὴ ἀποδῷ καθὰ γέγραπται ἀποτισάτω μεθʼ ἡμιολίας ὁ ὁμολογῶν, τῆς πράξεως οὔσης τῇ Τανεφρίμμι ἔκ τε τοῦ Στοτοήτιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάν των καθάπερ ἐκ δίκης, μενούσης δὲ ἐπὶ χώρας τῆς συνγραφῆς ταύτης διὰ τὸ ἀπερίλυτον εἶναι αὐτήν. παροῦσαπαροντων δὲ καὶ ἐπὶ τῆς ἀρχῆς ἡ τῆς τοῦ ὁμολογοῦντος Στοτοήτιος μη τρὸς Σαταβοῦτος τῆς Ὥρου τοῦ Ἁρυώτου ὡς ἐτῶν ἑξήκοντα φακὸς χείλειχίλει τῷ ἄνω ἐξ ἀριστερῶν μετὰ κυρίου τοῦ τῆς ἀδελφῆςθδελφης αὐτῆς Τανεφρίμμιος υἱοῦ Στοτοήτιος τοῦ Ἐρι έως ὡς ἐτῶν τεσσαράκοντα τριῶν οὐλὴ ὀφρύιὀφρύει δεξιᾷ συνχωρεῖ μετὰ τὴν ἑαυτῆς τελευτὴν τοῖς ἑαυτῆς τέκνοις Στοτοήτι καὶ Ὥρωι καὶ θυγατράσι Σουήρι καὶ Ἐριέᾳ καὶ τοῖς τοῦ τετελευτηκότος αὐτῆς ἑτέρου υἱοῦ Τεσενούφιος υἱοῖς Στοτοήτι καὶ Ὥρωι, τῷ μὲν υἱῷ Στοτοήτι συνχωρῶ τὴν πεπτωκυῖανπειπτοκοτα μοι μετὰ τὴν τοῦ ἀνδρός μου Τεσενούφιος τελευτὴν οἰκίαν καὶ αὐλὴν ἐκ τοῦ πρὸς νότον μέρουςμέρος, τῷ δʼ αὐτῷ Στοτοήτι συνχωρεῖσυνχορεῖ τέταρτον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς ἐκ τοῦ πρὸς βορρᾶ μέρους πρότερον Ψενταπιάμιος, τῷ δʼ αὐτῷ Στοτοήτι συνχωρεῖ πέμπτον δέκατον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς πρότερον Πατουλῶτος, καὶ Ὥρωι καὶ Ἐριέᾳ συνχωρεῖ κοινῶς ἐξ ἴσου μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς ἐκ τοῦ πρὸς νότου μέρους καὶ τὰ συνκυροῦντασυνκυρο͂ντα πάντα καὶ τῇ Σουήρι συνχωρεῖ ἥμισυἥμισοι μέρος ἐκ τῆς συνκεχωρισμένης τῷ Στοτοήτι τέταρτον μέρος πρότερον Ψενταπιάμιος οἰκίας καὶ αὐλῆς καὶ τοῖς τοῦ τετελευτηκότος αὐτῆς υἱοῦ Τεσενούφιος υἱοῖς Στοτοήτι καὶ Ὥρῳ τὸ λοιπὸν τέταρτον μέρος τῆς προκει μένης οἰκίας καὶ αὐλῆς πρότερον Ψενταπιάμιος καὶ τοῖς δυσὶ υἱοῖς Στοτοήτι καὶ Ὥρῳ συνχωρῶσυνχορῶ ἑκάστῳ μέρους τοῦ ὑπάρχοντος αὐτῇ ἐντὸς περιβόλου ἱεροῦ Σοκνοπαίου θεοῦ μεγάλου τόπου ψιλοῦ ἑτέρου τόπου μῦλος Θηβαικὸς σὺν τραπέζῃ καὶ κόπῃ καὶ ὅλμοιςὅρμοις κοση καὶ ορ καὶ ἕνδεκα ερωνιε Στοτοήτιος τ Ὥρωι ἀργυρίου δραχμὰς οτου τῆς αὐτῆς ἀργυρίου δραχμὰς συνχωρεῖ καιδωουτο καὶ Ἐριέα ε μέρους όμενα α καθὼς πρόκειται αι συναSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.