Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.3.993dupl
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους μγ Χοιὰχ ιη δόσεωςδόσινδόσειν Τασῆμις καὶ ἡ μήτηρ δόσεως τῶν Ψενθώτῃτοῦ Ψενθώτου τοῦ Ὥρου ὑπαρχόντωντ καθʼ ἣν ἐποιήσατοἐποήσατο αὐταῖς συνγραφὴν δόσεως. βασιλεύοντος Πτολεμαίου θεοῦ Εὐεργέτου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικὸς θεᾶς Εὐεργέτιδος ἔτους τρίτου καὶ τεσσαρακοστοῦ ἐφʼ ἱερέως τοῦ ὄντος ἐν τῶι τοῦ βασιλέως στρατοπέδωι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Εὐεργετῶν ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος κανηφόρου Ἀρσινόης Φιλαδέλφου ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν τῶι τοῦ βασιλέως στρατοπέδωι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων Πτολεμαίου μὲν Σωτῆρος τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι μηνὸς Χοιὰχ ὀκτωκαιδεκάτῃ ἐν Ἑρμώνθει τοῦ Παθυρίτου τῆς Θηβαίδος ἐπʼ Ἀπολλωνίου καὶ Σαραπίωνος ἀγορανόμων. — ἑκὼνἑχόντες συνεγράψατοσυνεγράψαντο Ψενθώτης Ὥρου ἰσιονόμος Ἴσιδος θεᾶς μεγίστης ὡς ἐτῶν πεντήκοντα ὀκτὼ μέσος μελάνχρως ἡσυχῇ τετανὸς μακροπρόσωπος εὐθύρριν οὐλὴ ῥινὶ μέσῃ ἀπομεμερικέναι μετὰ τὴν ἑαυτοῦ τελευτὴν τῆι ἑαυτοῦ θυγατρὶ Τασήμει τῆι ἐκ Τσεννήσιος τῆςτῆι ἑαυτοῦ γυναικόςγυναικί, ἧι σύνεστι κατὰ νόμους τὸ πρὸς μέρος ἥμισυ αὐτοῦ ψιλοῦ τόπου περιτετειχισμένου οὗ ἐωνημένος ἦνἦιηι σὺν Ψενενούπει τῶι ἑαυτοῦ ἀδελφῶι τοῦ ἄλλου ἡμίσους παρὰ Ψεννήσιος τοῦ Ὥρου υἱῶν ἀδιαιρέτων ἐφʼ ὧι συμμεριτεύσει τῶι Ψενενούπει τῶι ἑαυτοῦ ἀδελφῶι τοῦ περιτετειχισμένου ψιλοῦ τόπου ἑκάστωι κατὰ τὸ ἥμισυ, ὁμοίως δὲ καὶ ἀπὸ τῶν ὑπαρχουσῶνὑπαρχόντων αὐτῶι ἡμερῶν ἁγνευτικῶν κατʼ ἔτος ἑκατὸν εἴκοσι τοῦ ἐν Παθύρει ἰσιείουἰσιείωι λεγομένης Ἴσιδος Νεμῆτος θεᾶς μεγίστης τούτων κατʼ ἔτος τὸ ἕβδομον μέρος, αἵ εἰσιν ἡμέραι δέκα ἑπτά, καὶ μέρος ἕβδομον ἄλλης μιᾶς ἡμέρας εἰς πλήρωσιν τοῦ ἑβδόμου μέρους τῶν ἑκατὸν εἴκοσι ἡμερῶν καὶ τῶν ἐπαγομένων ἡμερῶν πέντε ὁμοίως τὸ ἕβδομον μέρος καὶ τοῦ ἐν Τμοντμενιβιτεὶ ἰσιείου κατὰ τὸ ἕβδομον μέρος καὶ ἐν τῶι περὶ Παθῦριν πεδίωι τὸ πρὸς μέρος αὐτοῦ γῆς, οὗ γείτονες νότου περίστασις τῆς πόλεως βορρᾶ τὸ πρὸς μέρος τῶν ἑαυτοῦ μετόχων ἀπηλιώτου κοιλὰς νήσου καλουμένη Πιτβιος λιβὸς διῶρυξ βασιλικὴ ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν, Τσεννήσει δὲ τῆι σημαινομένηι αὐτοῦ γυναικὶ τὰ λοιπὰ ὑπάρχοντα αὐτῶι πάντα γῶν τε καὶ οἰκιῶν καὶ ἀμπελώνων καὶ παστοφορίων καὶ γρως καὶ τὰ ἄλλατἄλλα τὰ κατʼ οἰκίαν αὐτοῦ ἔπιπλα πάντα καὶ ὄπρια πάντα καὶ εἴ τι ἄλλο ὑπάρχον αὐτῶι ἐστιν ἤτοιἤ τι κατὰ συνβόλαια ἢ κατʼ ἐπενέχυρον καὶ ἔν τισιν ἐν πίστει πυροῦ τε καὶ κριθῆςκριθὴν ὀλύραςὄλυραν φακοῦ ἀράκου καὶ χαλκωμάτων καὶ ἱματισμοῦ. μὴ ἐξέστω δὲ μηδενὶ τῶν ἄλλων αὐτοῦ υἱῶν ἀντιποιήσασθαι περὶ μηδενὸς τῶν προγεγραμμένων, κυριευέτωσαν δʼ ἑκάστη κατὰ τὴν σημαινομένην διαστολήν. Ἀπολλώνιος καὶ Σαραπίων κεχρηματίκαμεν. ἔτους μγ Μεσορὴ κβκθ τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν ἐφʼ ἧς Ἡρακλείδης ι ἐνκυκλίου κατὰ τῆς παρὰ Λυσιμάχου οἰκονόμου καὶ Ἀμενώθης τοῦο τοπογραμματέως διαγραφὴν δόσεως Τασῆμις Ψενθώτου καὶ Τσεννῆσις πάντων τῶν Ψενθώτου ὑπαρχόντων καθʼ ἣν ἐποιήσατοἐποήσατο αὐταῖς συνγραφὴν δόσεως λογιζομένωντετιμημένων χαλκοῦ ταλάντων β τέλος χιλίας σ γίνονται ΑσCross-references (3)
- TM-Text 232 primary
- DDbDP-Text bgu;3;993dupl tier-1
- HGV-Text 232 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.