Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.14.2389
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ι Ἁθὺρ ὁμολογεῖ Διονύσιος Δίωνος Πέρσης τῆς ἐπιγονῆς Πετενούπει Ὥρου τῶν ἐκ κώμης Θμοιναυσίρεως μεμισθῶσθαι ἀφʼ ὧν καὶ αὐτὸς μεμίσθωκε παρὰ Διονυσίου τῶν ἐν περιχώμα τι ἀρουρῶν λ ἀρούρας ι σπαυμαδε εἰς τὸν σπόρον τοῦ ι ἔτους ἐκφορίου ἑκάστης ἀρούρης ἀρταβῶν γ· Διονύσιος δʼ ἔχει εἰς σπέρματα πυροῦ σὺν διαφόροις ἀρτάβας ιβ ἃς καὶ ἀποδώσει ἅμα τοῖς ἐκφορίοις ἐφʼ ᾧ ἀναπαύσει ἀρούρας β ὧν φακο α ἀράκῳ α ἀπόδοσις ι ἔτ vestiges μέτρωι τῶι πρὸς τὸ χαλκοῦν α Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπά τρας Θεῶν Ἐπιφανῶν ἔτους δεκάτου ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρίᾳ καὶ τῶν ἄλλων τῶν γραφομένων ἐν Ἀλεξαν δρίᾳ μηνὸς Ἁθὺρ ἐν τοῦ Ἡρακλεοπολίτου νομοῦ· ὁμολογεῖ Διονύσιος Ἄρωνος Πέρσης τῆς ἐπιγονῆς Πετενούπει Ὥρου τῶν ἐκ κώμης Θμοιναυσίρεως μεμισθῶσθαι ἀφʼ ὧν καὶ αὐτὸς ἔχει ἐνἐμ μισθώσει Διονυσίου τοῦ τῶν ἐν περιχώματι ἀρουρῶν τριάκοντα ἀρούρας δέκα εἰς τὸν σπόρον τοῦ δεκάτου ἔτους ἐκφορίου ἑκάστης ἀρούρας πυροῦ ἀρταβῶν τριῶν πρὸς αἷς ἔχει Διονύσιος σπέρματα πυρὸν ουπ εἰς σπέρματα πυροῦ σὺν διαφόροις ἀρτάβας δεκαδύο , ἃς καὶ ἀπο δώσει ἅμα τοῖς ἐκφορίοις, ἐφʼ ᾧ ἀναπαύσει ἀρούρας δύο , ὧν φακῷ μίανμια , ἀράκῳ μίανμια , καθότι καὶ αὐτὸς Διονύσιος παρείληφεν· ἡ μίσθω σιν ἥδε ἀκίνδυνον παντὸς κινδύνου τὴν γῆν βεβρεγμένην· ἧς ἐὰν παραλίπῃ Διονύσιος ἀρούρας καὶ μὴ κατασπείρῃ ἀποτεισάτω αὐτῆς πυροῦ δεκα , ἧς ἐὰν μὴ ἀναπαύσῃ αλ ἀποτεισάτω πυροῦ ἀρτάβας πέντε χωρὶς τοῦ ἐκφορίου· βεβαιούτω δὲ Πετενοῦ πις Διονυσίωι παρὰ τὴν γῆν καθαρὰν ἀπὸ τοῦ βασιλικοῦ ἀποκαρπισάμενος τὸ ἐσόμενον ἐκφόριον καὶ πάντα ται εἰς τὸ ἴδιον ἐὰν δὲ μὴ ἀποδῶι Πετενοῦπις καθότι πρόκειται αγω αι τὴν ἀποτεισάτω Πετενούπει Διονύσιος παραχρῆμα ἐπίτιμον χαλκοῦ νομίσματος τάλαντα εἴκοσι καὶ εἰς τὸ βασιλικὸν τὸ ἴσον· καὶ ου τῆς μισθώσεως ταύτης καθὰ γέγραπται τὸ ἐσό μενον ἐκφόριον καὶ τὰ σπέρματα ἀποδότω Διονύσιος Πετενούπει ἐν τῷ Παῦνι μηνὶ τοῦ αὐτοῦ δεκάτου ἔτους πυρὸν νέον πυργαιθερα καθαρὰς καὶ φορια μέτρωι τῷ πρὸς τὸ χαλκοῦν τ χοινίκωι δικαίωι τε ἐκφορίων καὶ σπερμάτων της χαλκοῦ δραχ ἐὰν πλείονος κ ἐκ τοῦ Διονυσίου πυροῦCross-references (3)
- TM-Text 4005 primary
- DDbDP-Text bgu;14;2389 tier-1
- HGV-Text 4005 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.