Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.dion.18

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου τοῦ υἱοῦ ἐπικαλουμένου Ἀλεξάνδρου ἔτους ὀγδόου ἐπὶ τῶν κοινῶν τῶν ὄντων ἐν Ἀλεξανδρείαι, μηνὸς Ἀπελλαίου δωδεκάτηι, Φαῶφι δωδεκάτηι, ἐν κώμηι Τήνει τῆι καὶ Ἀκώριος τοῦ Μωχίτου, νομοῦ δʼ Ἑρμοπολίτου. ἐδάνεισεν Διονύσιος Ἀσκληπιάδου τῶν Τρύφωνος καὶ Ἀπολλωνίου κατοίκων ἱππέων Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς πυροῦ στερεοῦ ἀρτάβας ἑξήκοντα ἓξ δίμοιρον , ἃς ἐκτε ταμίευται παρʼ αὐτοῦ, τόκων ἡμιολίων, πυροῦ ἀρτάβαις τριάκοντα τρισὶτρεις τρίτον · τὸν δὲ πυρὸν καὶ τὸν τόκον, τὰς πάσας πυροῦ ἀρτάβας ἑκατόν , ἀποδότω Διονύσιος Διονυσίωι ἢ τοῖς παρʼ αὐτοῦ, ἐνἐμ μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ ὀγδόου ἔτους, πυρὸν νέον καθαρὸν ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ καταστησάτω ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῷ καθʼ ἃ γέγραπται, ἀποτεισάτω Διονύσιος Διονυσίωι ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας · ἡ πρᾶξις ἔστω Διονυσίωι τοῦ πυροῦ καὶ τῶν κατὰ τὴν συγγραφὴν πάντων ἔκ τε αὐτοῦ Διονυσίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθʼ ἅπερ ἐκἐγ δίκης· ἡ συγγραφὴ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένη. μάρτυρες· Ἀπολλώνιος Πολυκράτου, Εὐμένης Πολυκράτου, Ἄνδρων Πτολεμαίου, Μένιππος Ἀμμωνίου, Ἀπολλώνιος Σατύρου οἱ τρεῖς τῶν κατοίκων ἱππέων, Διονύσιος Πτολεμαίου Μακεδὼν ὑπηρέτης τάγματοςταμματος τῶν φερομένων ἐν Κλεοπάτραι κληρούχων. συγγραφοφύλαξ· Ἀπολλώνιος. Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς ἀπέχω τὰς ἑκατὸν ἀρτάβας τοῦ στερεοῦ πυροῦ καὶ πάντα ποιήσω καθʼ ὅτι πρόκειται καὶ δέδωκα κυρίαν Ἀπολλωνίωι. Ἀπολλώνιος ἔχω κυρίαν. ἔτους η Φαῶφι ιε ἐν κώμηι Τήνει τοῦ Μωχίτου· ἀναγέγραπται διὰ Θέωνος βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου τοῦ υἱοῦ ἐπικαλουμένου Ἀλεξάνδρου ἔτους ὀγδόου μηνὸς Ἀπελλαίου ιβ, Φαῶφι ιβ, ἐν κώμηι Τήνει τῆι καὶ Ἀκώριος τοῦ Μωχίτου, νομοῦ δʼ Ἑρμοπολίτου· ἐδάνεισεν Διονύσιος Ἀσκληπιάδου τῶν Τρύφωνος καὶ Ἀπολλωνίου κατοίκων ἱππέων Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς πυροῦ στερεοῦ ἀρτάβας ξϛ 𐅷, ἃς ἐκτεταμίευται παρʼ αὐτοῦ, τόκων ἡμιολίων ἀρτάβαις λγ γ· τὸν δὲ πυρὸν καὶ τὸν τόκον, τὰς πάσας πυροῦ ἀρτάβας ρ ἀποδότω Διονύσιος Διονυσίωι ἢ τοῖς παρʼ αὐτοῦ ἐνἐμ μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ αὐτοῦ ἔτους, πυρὸν νέον καθαρὸν ἄδολον μέτρῳ τῶι πρὸς τὸ χαλκοῦν καὶ καταστησάτω ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῷ καθʼ ἃ γέγραπται, ἀποτεισάτω τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς Γ· ἡ δὲ πρᾶξις ἔστω Διονυσίωι ἢ τοῖς παρʼ αὐτοῦ τῶν κατὰ τὴν συγγραφὴν ἔκ τε τοῦ Διονυσίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθʼ ἅπερ ἐκἐγ δίκης· ἡ συγγραφὴ ἥδε κυρία ἔστω· συγγραφοφύλαξ· Ἀπολλώνιος. Διονυσίου Ἀπολλωνίου Μενίππου Διονυσίου Διονυσίου Ἄνδρωνος Εὐμένου Ἀπολλωνίου

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.