Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.14.2395
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Βασιλευόντων Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργετῶν ἔτους πρώτου ἐφʼ ἱερέως Νικάνορος τοῦ Βακχίου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀριστομάχης τῆς Πτολεμαίου μηνὸς Γορπιείου ὀκτωκαι δεκάτηι ἐνἐγ κώμηι Τακόναι τοῦ Ὀξυρυγχίτου νομοῦ ἐδάνεισεν Δημητρία Ἀπολλοδότου Κυρηναία μετὰ κυρίου Ἀπολλοφάνους τοῦ Ἀπολλοδότου Κυρηναίου τῆς ἐπιγονῆσἈπολλωνίωι Πάτρωνος Κυρηναίωι τῆς ἐπιγονης χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς δραχμὰς τετρακοσίας τόκου ὡς ἐκἐγ δύο δραχμῶν τὴν μνᾶν τὸν μῆνα ἕκαστον, ἀντὶ δὲ τοῦ τόκου τοῦ δανείου τούτου ἐμίσθωσεν Ἀπολλώνιος Δημητρίαι τὸν αὑτοῦ πατρικὸν πύργον τὸν ὄντα ἐνἐγ κώμηι Τακόναι τοῦ Ὀξυρυγχίτου νομοῦ αὐτὸν καὶ τὰς θύρας εἰς ἐνιαυτὸν α ἀπὸ μηνὸς Ὑπερβερεταίου τοῦ ἐν τῶι πρώτωι ἔτει, ἐφʼ ὧι ἐνοικήσει Δημητρία καὶ οἱ παρʼ αὐτῆς ἐν τῶι πύργωι τούτωι τὸν συγγεγραμμένον χρόνον χρώμενοι τρόπωι ὧι ἂν βούλωνται καὶ διοδευόμενοι διὰ τῆς προυπαρχούσης ἐκ τοῦ πύργου εἰς τὴν ῥύμην διόδου· γείτονες τοῦ πύργου ἀπὸ νότου Σωσιβίου οἰκία ἀπὸ δὲ ἀπηλιώτου τῶν Ἀπολλωνίου ἀδελφῶν μέρος ἀπὸ δὲ βορρᾶ ῥύμη δημοσία καὶ ἀπὸ λιβὸς ῥύμη δημοσία· τὸ δὲ δάνειον τοῦτο ἀποδότω Ἀπολλώνιος Δημητρίαι ἐνἐμ μηνὶ Γορπιείωι τῶι ἐν τῶι δευτέρωι ἔτει σὺν τῶι τόκωι. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα τῶν μὲν τριακοσίων τόκον διδότω Ἀπολλώνιος Δημητρίαι ἐπὶ τὸν ἐσόμενον χρόνον ὡς ἐκἐγ δύο δραχμῶν τὴν μνᾶν τὸντὸμ μῆνα ἕκαστον, ἀντὶ δὲ τοῦ τόκου τῶν λοιπῶν ἑκατὸν δραχμῶν ἐνοικείτω Δημητρία καὶ οἱ παρʼ αὐτῆς ἐν τῶι πύργωι τούτωι ἐνοικοῦντες καὶ χρώμενοι τρό πωι ὧι ἂν βούλωνται καὶ διοδευόμενοι καθότι γέγραπται ἕως ἂν ἀποδῶι Ἀπολλώνιος Δημητρίαι τὰς τετρακοσίας δραχμὰς τὸ δάνειον τοῦτο καὶ τὸν τόκον τῶν τριακοσίων δραχμῶν τοῦ ὑπερπεσόντος ὑπὲρ τὸν ἐνιαυτὸν χρόνου, καὶ βεβαιούτω Ἀπολλώνιος Δημητρίαι καὶ τοῖς παρʼ αὐτῆς τὸν πύργον τοῦ τον καὶ τὴν δίοδον καὶ τὰς θύρας κατὰ τὸν προγεγραμμένον ἐνιαυτὸν καὶ ἐπὶ τὸν ἐχόμενον χρόνον, ἕως ἂν ἀποδῶι αὐτῆι Ἀπολλώνιος τὸ δάνειον τοῦτο τὰς τετρακοσίας δραχμὰς καὶ τὸν τόκον τῶν τριακοσίων δραχμῶν καθότι προγέγραπται. ἐὰν δὲ μὴ βεβαι οῖ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ἀπολλώνιος Δημητρίαι τὸ μὲν δάνειον τοῦτο τὰς τετρακοσίας δραχμὰς ἡμιολίους τὸν δὲ τόκον τῶν τριακοσίων δραχμῶν ἁπλοῦν καὶ ἡ πρᾶξις ἔστω Δημητρίαι κατὰ τὸ διάγραμμα καὶ μηδὲν ἧσ σον κυρία δὲ ἔστω ἡ μίσθωσις τὸν συγγεγραμμένον χρόνον, καὶ ἐξέστω Δημητρίαι καὶ τοῖς παρʼ αὐτῆς ἀντιεξάγειν τὸν ἐξάγοντα αὐτοὺς ἐκ τοῦ πύργου τού του καὶ τῆς διόδου ἀνυπευθύνοις οὖσι πάσης ζημίας καὶ ἀνυποδίκοις. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες· Τιμόλαος Θεσσαλὸς δεκανικός, Παρμενίων Πέρσης ἰδιώτης ἀμφότεροι τῶν Φίλωνος ἀνγαρημοι, Περδίκκας Πολυάρχου Πέρσης, Φιλωνάδης Λυσανίου Κυρηναῖος, Δημήτριος Θεμίσωνος Κυρηναῖος, Νουμή νιος Καλλιξένου Χαλκιδεύς, οἱ τέσσαρες τῆς ἐπιγονῆς. · ε βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους πρώτου ἐφʼ ἱερέως Νικάνορος τοῦ Βακχίου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀριστομάχης τῆς Πτολεμαίου μηνὸς Γορπιείου ὀκτωκαιδεκάτηι ἐνἐγ κώμηι Τακόναι τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνεισεν Δημητρία Ἀπολλοδότου Κυρηναία μετὰ κυρίου Ἀπολλοφάνους τοῦ Ἀπολλο δότου Κυρηναίου τῆς ἐπιγονῆς Ἀπολλωνίωι Πάτρωνος Κυρη ναίωι τῆς ἐπιγονῆς χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς δραχμὰς τετρακοσίας τόκου ὡς ἐκ δύο δραχμῶν τὴντὴμ μνᾶν τὸντὸμ μῆνα ἕκαστον, ἀντὶ δὲ τοῦ τόκου τοῦ δανείου τούτου ἐμίσθωσεν Ἀπολλώνιος Δημητρίαι τὸν αὑτοῦ πατρικὸν πύρ γον τὸν ὄντα ἐν κώμηι Τακόναι τοῦ Ὀξυρυγχίτου νομοῦ αὐτὸν καὶ τὰς θύρας εἰς ἐνι αυτὸν ἕνα ἀπὸ μηνὸς Ὑπερβερεταίου τοῦ ἐν τῶι πρώτωι ἔτει, ἐφʼ ὧι ἐνοικήσει Δημητρία καὶ οἱ παρʼ αὐτῆς ἐν τῶι πύργωι τούτωι τὸν συγγεγραμμένον χρόνον χρώμενοι τρόπωι ὧι ἂν βούλωνται καὶ διοδευόμενοι διὰ τῆς προυπαρχούσης ἐκ τοῦ πύργου εἰς τὴν ῥυ μην διόδου· γείτονες τοῦ πύργου ἀπὸ νότου Σωσιβίου οἰκία, ἀπὸ δὲ ἀπηλιώτου τῶν Ἀπολλωνίου ἀδελφῶν μέρος, ἀπὸ δὲ βορρᾶ ῥύμη δημοσία καὶ ἀπὸ λιβὸς ῥύμη δημοσία. τὸ δὲ δάνειον τοῦτο ἀποδότω Ἀπολλώνιος Δημητρίαι ἐνἐμ μηνὶ Γορπιείωι τῶι ἐν τῶι δευτέρωι ἔτει vestiges Ἀπολλωνίου Παρμενίωνος Φιλωνάδου Νουμηνίου. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, τῶν μὲν τρια κοσίων τόκον διδότω Ἀπολλώνιος Δημητρίαι ἐπὶ τὸν ἐσόμενον χρόνον ὡς ἐκἐγ δύο δραχμῶν τὴν μνᾶν τὸντὸμ μῆνα ἕκαστον, ἀντὶ δὲ τοῦ τόκου τῶν λοιπῶν ἑκατὸν δραχμῶν ἐνοικείτω Δημητρία καὶ οἱ παρʼ αὐτῆς ἐν τῶι πύργωι τούτωι ἐνοικοῦντες καὶ χρώμενοι τρόπωι ὧι ἂν βούλωνται καὶ διοδευόμενοι διὰ τῆς διό δου καθότι προγέγραπται, ἕως ἂν ἀποδῶι Ἀπολλώνιος Δημη τρίαι τὰς τετρακοσίας δραχμὰς τὸ δάνειον τοῦτο καὶ τὸν τόκον τῶν τριακοσίων δραχμῶν τοῦ ὑπερπεσόντος ὑπὲρ τὸν ἐνιαυτὸν χρόνου καὶ βεβαιούτω Ἀπολλώνιος Δημητρίαι καὶ τοῖς παρʼ αὐ τῆς τὸν πύργον τοῦτον καὶ τὴν δίοδον καὶ τὰς θύρας κατὰ τὸν προγεγραμμένον ἐνιαυτὸν καὶ ἐπὶ τὸν ἐχόμενον χρόνον ἕως ἂν ἀποδῶι αὐτῆι Ἀπολλώνιος τὸ δάνειον τοῦτο τὰς τετρακοσίας δραχμὰς καὶ τὸν τόκον τῶν τριακοσίων δραχμῶν καθότι προγέ γραπται· ἐὰν δὲ μὴ βεβαιοῖ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ἀπολ λώνιος Δημητρίαι τὸ μὲν δάνειον τοῦτο τὰς τετρακοσίας δραχμὰς ἡμιόλιον, τὸν δὲ τόκον τῶν τριακοσίων δραχμῶν ἁπλοῦν, καὶ ἡ πρᾶξις ἔστω Δημητρί αι κατὰ τὸ διάγραμμα καὶ μηδὲν ἧσσον κυρία ἔστω ἡ μίσθωσις τὸν συγγεγραμμένον χρόνον, καὶ ἐξέστω Δημητρίαι καὶ τοῖς παρʼ αὐτῆς ἀντιεξάγειν τὸν ἐξάγοντα αὐτοὺς ἐκ τοῦ πύργου τούτου καὶ τῆς διόδου ἀνυπευθύνοις οὖσι πάσης ζημίας καὶ ἀνυποδίκοις· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες· Τιμόλαος Θεσσαλὸς δεκανικός, Παρμενί ων Πέρσης ἰδιώτης ἀμφότεροι τῶν Φίλωνος, Περδίκκας Πολυάρχου Πέρσης, Φιλωνάδης Λυσανίου Κυρηναῖος, Δημήτριος Θεμίσωνος Κυρηναῖ ος, Νουμήνιος Καλλιξένου Χαλκιδεύς, οἱ τέσσαρες τῆς ἐπιγονῆς· συγγραφοφύλαξ Τιμόλαος· Ἀπολλώνιος Πάτρωνος Κυρηναῖος τῆς ἐπι γονῆς εας τετρακοσίας δρα δραχμὰς καγρα vestiges Δημητρίας πρὸς Ἀπολλώνιον δάνειον δραχμαὶ υCross-references (3)
- TM-Text 2669 primary
- DDbDP-Text bgu;14;2395 tier-1
- HGV-Text 2669b tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.