Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.4.1151
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
κόλλημα Πρωτάρχωι παρὰ Διονυσίας τῆς Ἀρίστωνος μετὰ κυρίου τοῦ τῆς μητρὸς ἀδελφοῦ Ἀγα θίνου τοῦ Φιλώτου καὶ παρὰ Ἀλεξάνδρου τοῦ Νεικοδήμου. περὶ τῶν διεσταμένων συνχωρεῖ ἡ Διονυσία εἰληφέναι παρὰ τοῦ Ἀλεξάνδρου διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ρ ἀπʼ ἀργυρίου δραχμῶν σ ὧν διατέταχεν αὐτῇ ὁ μετηλλαχὼς τοῦ Ἀλεξάνδρου ἀδελφὸς Θεόδωρος καθʼ ἣν ἔθετο διαθήκην διὰ τοῦ τῶν Ἰουδαίων ἀρχείου, καὶ μήτε Διονυσίαν ἐπελεύσεσθαι μήτʼ ἄλλον ὑπὲρ αὐτῆς ἐπὶ τὸν Ἀλέξανδρον περὶ ὧν ἀπέσχηκε δραχμῶν ἑκατόν , μεμερικέναι δὲ αὐτῷ εἰς λόγον τῶν λοιπῶν δραχμῶν ρ ἃς χρόνον μῆνας ιζ ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Φαρμοῦθι τοῦ ιζ ἔτους Καίσαρος, ἃς καὶ κομισαμένη ἀτόκους ἀναδώσειν οισειν τὴν ἐπὶ ταῦτα κατιδη καὶ ἔτι τὴν ἀσφάλειαν, ἐὰν δὲ διελθόντος τοῦ χρόνου μὴ ἀποδῷἀποδιδωσι ὁ Ἀλέξανδρος τὰς τοῦ ἀργυρίου δραχμὰς ρ προκ κεφαλαιο αὐτὸν ταύτας σὺν ἡμιολίᾳ καὶ τοῦ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμους τῆς πράξεως γεινομένης τῇ Διονυσίᾳ ἔκ τε αὐτοῦ Ἀλεξάνδρου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης καὶ μὴ ἐπιφέρειν πίστεις ἢ ἀκύρους εἶναι. ἀξιοῦμεν. ἔτους ιζ Καίσαρος Φαρμοῦθι ιζ Ἀλέξανδρος Νικοδήμου Διονυσία Ἀρίστωνος κύριος ἀδελφὸς μητρὸς Ἀγαθεῖνος Φιλώτου διαθήκη ἀπὸ δραχμῶν σ δραχμὰς ρ διὰ χειρὸς τὰς λοιπὰς δραχμὰς ρ ἕως Μεσορὴ ζ τοῦ εἰσιόντος ιη ἔτους Καίσαρος ἀτόκους Πρωτάρχωι παρὰ Γαίου Ἰουλίου Φιλίου καὶ παρὰ Ἀγαθοκλέους τοῦ Σαρασινου καὶ Λυκαρίωνος τοῦ Ἀπολλωνίου ἀμφοτέρων Περσῶν τῆς ἐπιγονῆς. περὶ τῶν διεσταμένων συνχωροῦσιν Ἀγαθοκλῆς καὶ Λυκαρίων ἔχειν παρὰ τοῦ Γαίου Ἰουλίου Φιλίου δάνειονδάνηον διὰ τῆς Κάστορος κολλυβιστικῆς τραπέζης ἀργυρίου Πτολεμαικοῦ δραχμῶν ἑβδομήκοντα , ἄτοκον ὃἃς καὶ ἀποδώσειν ἐν μησὶν τρισὶν ἀπὸ α Παχὼν τοῦ ἐνεστῶτος ιζ ἔτους Καίσαρος διδόντες καθʼ ἡμέραν ἑκάστην τοὺς ἐπιβάλλοντας ὀβολοὺς πέντε μέχρι τοῦ πληρωθῆναι τὸ προκείμενον κεφάλαιον οὐδεμίαν δόσιν κοιλὴν ποιούμενοι, ταῦτα δὲ ποιήσεινποήσειν ἄνευ κρίσεως καὶ πάσης ἀντιλογίας, εἰ δὲ μὴ εἶναι αὐτοὺς ἀγωγίμους καὶ συνέχεσθαι μέχρι ἐφʼ ἧς ἐὰν ἡμέρας κοιλάνωσι μὴ ἀναμείναντας τὸν μεμερισμένον αὐτοῖς χρόνον μέχρι τοῦ ἐκτεῖσαιἐκτῖσαι τὸ ὅλον κεφάλαιον ἢ τὸ ἐνοφειληθησόμενονἐνοφιληθησόμενον σὺν ἡμιολίᾳ, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμους τῆς πράξεως γεινομένης τῷ Γαίωι Ἰουλίῳ Φιλίῳ ἔκ τε τῶν ὑποχρέων ὄντων ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκἐγ δίκης, ἔτι δὲ καὶ ἐκ τῶν ὑπαρχόντων τῷ ἑνὶ αὐτῶν Ἀγαθοκλεῖ ἐργαστηρίων ξυλοπωλίων β ἐν τῶι δ ἑνὸς μὲν ἐν τῇ λεγομένῃ Κάμπρᾳ πρὸς τῇ ΚιβωτῷΚειβωτῷ, τοῦ δὲ ἑτέρου ἐν τῶι λεγομένῳ Κηπικῷ Βαλανείωι, καὶ μέχρι τοῦ διευλυτῆσαι παρέξεσθαι αὐτὰ ἀνεξαλλοτρίωτα καὶ ἀκαταχρημάτιστα, ἐὰν δὲ κίνδυνος περὶ αὐτὰ τιε, καὶ οὕτως εἶναι τὸ δάνειον τοῦτο ἀκίνδυνον παντὸς κινδύνου ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσι πίστεων πασῶν σκέπης πάσης μενούσης τῶι Γαίωι Ἰουλίῳ Φιλίῳ τῆς ἐπὶ τοὺς αὐτοὺς ἐφόδου περὶ ὧν ἄλλων ὀφείλουσιν αὐτῷ ἀμφοτέρους καὶ ἄλλους καθʼ ἑτέρας ἀσφαλείας. ἀξιοῦμεν· ἔτους ιζ Καίσαρος Φαρμοῦθι ιζ καὶ Λυκαρίων λεγομένῳ Κηπικῷ Βαλανείῳ καθήκοντας πεντώβολον χωρὶς ὧν ὀφείλουσιν ὁ Ἀγαθοκλῆς καὶ ὁ ΛυκαρίωνCross-references (3)
- TM-Text 18568 18568 18568 18568 primary
- DDbDP-Text bgu;4;1151 tier-1
- HGV-Text 18568a 18568b 18568c 18568d tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.