Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.4.1150

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Πρωτάρχωι παρὰ Ἀρτέμιδος τῆς ἀστῆς μετὰ κυρίου τοῦ ἀνδρὸς Δημητρίου τοῦ — Ἀλθαιέως καὶ παρὰ Πρωτάρχου τοῦ — Ζηνείου καὶ τῆς τούτου γυναικὸς Ὀπώρας τῆς Πρωτάρχου μετὰ κυρίου τοῦ ἀνδρός. συνχωρεῖ ἡ Ἄρτεμις ἀπεσχηκέναι παρὰ τοῦ Πρωτάρχου καὶ Ὀπώρας διὰ χειρὸς ἐξ οἴκου ἃς ἐδάνεισεν αὐτοῖς κατὰ συνχώρησινκχωρη διὰ τοῦ αὐτοῦ κριτηρίου τῶι ια ἔτει Καίσαρος Μεσορὴ ἀργυρίου δραχμὰς χιλίας καὶ τοὺς τούτων τόκους τοῦ ὑπερπεπτωκότος χρόνου, καὶ εἶναι ἄκυρον τὴν τοῦ δανείου συνχώρησιν, μὴ ἐπελεύ σεσθαι δὲ τὴν Ἀρτέμιδα μηδʼ ἄλλον ὑπὲρ αὐτῆς ἐπὶ τὸν Πρώταρχον καὶ Ὀπώραν μήτε περὶ τῶν αὐτῶν μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ἐγγράπτου ἢ ἀγράφου τῶν ἕως τῆς ἐνεστώσηςὠση ἡμέρας ἢ ἐνέχεσθαισυνέχεσθαισθαι τῷ ὡρισμένῳὡμε προστίμῳ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρηχημένα. ἀνακεκόμισται δὲ ἡ Ὀπώρα παρὰ τῆς Ἀρτέμιδος ἃς ἔδωκεν αὐτῇ ἐν ὑπαλλάγματι ἀπαρχὰς δύο κατὰ δουλικῶν σωμάτων Διονυσίου καὶ Ἐρωτίου οἵας καὶ ἔλαβεν. ἔτους ιζ Καίσαρος Φαρμοῦθι ιβ Πρωτάρχωι παρὰ Δίου τοῦ Ἀριστονίκου Ἀλθαιέως καὶ παρὰ Ἀπολλωνίου τοῦ Ξένωνος Πέρσου τῆς ἐπιγονῆς καὶ τῆς τούτου γυναικὸς Πτολέμας τῆς Κερκίωνος Περσίνης μετὰ κυρίου τοῦ ἀνδρός. συνχωροῦσιν Ἀπολλώνιος καὶ Πτολέμα ἔχειν παρὰ τοῦ Δίου δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς πεντήκοντα δύο ἄτοκον ὃ καὶ ἀποδώσειν ἐν μησὶ ἀπὸ Φαρμοῦθι τοῦ ἐνεστῶτος ιζ ἔτους Καίσαρος ἄνευ πάσης ὑπερθέσεως ἢ εἶναι αὐτοὺς παραχρῆμα ἀγωγίμους καὶ συνέχεσθαι μέχρισχρι τοῦ ἐκτεῖσαιἐκτῖσαι τὸ μὲν δάνειον σὺν ἡμιολίᾳ, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμους τῆς πράξεως γεινομένης τῶι Δίωι ἔκ τε αὐτῶν ὄντων ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκἐγ δίκης, ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσι πίστεων πασῶν σκέπης πάσης. ἀξιοῦμεν ἔτους ιζ Καίσαρος Φαρμοῦθι ιβ

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.