Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.4.1115

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Πρωτάρχωι παρὰ αρα Θέωνος τοῦ Ασα καὶ παρὰ Ἀριστονίκου τοῦ Αισα Πέρσου τῆς ἐπιγονῆς. περὶ τῶν διεσταμένων συνχωρεῖ ὁ Ἀριστόνικος παρὰ Θέω νος δεδανείσθαιΘέωνος δανεῖσαι διὰ χειρὸς ἐξ οἴκου ἀργυ ρίου Πτολεμαικοῦ δραχμὰς ρ, ἀντὶ δὲ τῶν τούτων τόκων καὶ ὧν προστελέσειπροτελέσι αὐτῷ ὁ Θέων κατὰ μῆνα ἕκαστον δραχμῶν τριῶν τριωβόλου ἐπάναγ κες ἐάσειν τὸν Θέωνα καὶ τοὺς παρʼ αὐ τοῦ ἐπὶ χρόνον μῆνας δέκα δύο ἀπὸ Φαμενὼθ τοῦ ἐνεστῶτος ιζ ἔτους Καίσα ρος ὁ Ἀριστόνικος ἐνοικεῖν ἐν τῷ ὑπάρ χοντι αὐτῷ τε καὶ τῇ ἀδελφῇ αὐτοῦ Φιλωτέρᾳ οἴκῳ ἐν συνοικίᾳ τῷ ὄντιτῇ οὔσῃ ἐν τῷ Δέλτα, ὅσπερ ἐστὶ περίκλει στος καὶὅσπερ ἐστὶν τρικλινο σαια καὶ τῇ κατʼ αὐτὸν προστάδι χρωμένους καὶ τοῖς τῆς συνοικίας χρηστηρίοις κατὰ κοινὸν τῶν ἐπισ κευῶν τοῦ τε οἴκου καὶ τῆς προστά δος πασῶν, ὁσάκις ἐὰν δέῃ, οὐσῶν πρὸς τὸν Ἀριστόνικον ὃν καὶ μὴ ἐγβαλεῖν τὸν Θέωνα μηδὲ τοὺς παρʼ αὐτοῦ ἐντὸς τοῦ χρόνου, τούτου δὲ διελθόν τος ἀποδώσειν τὰς τοῦ ἀργυρίου δραχμὰς ρ ἀτό κους ἄνευ πάσης ὑπερθέσεως ἢ κα θʼ ὃ ἐὰν παραβαίνῃ, εἶναι αὐτὸν παρα χρῆμα ἀγώγιμον καὶ συνέχεσθαι μέ χριμέχρει τοῦ ἐκτεῖσαι τὸ μὲν δάνειονδάνηον σὺν ἡμιολίαι, τοῦ δʼ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμους τῆς πράξεως γινομένης τῷ Θέωνι ἔκ τε αὐτοῦ Ἀριστονίκου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκἐγ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκῃ πίστεων πα σῶν σκέπης πάσης, ἔχειἔχι δὲ ὁ Θέων τὴν ἐνοίκησιν τοῦ τε οἴκου καὶ τῆς προστάδος ἔτι δὲ καὶ εν τοῦ ὄντος ἐν αὐτοῖς ταμίου, καὶ τὸν δὲ Θέωνα προσδιδόναιπροσδιδέναι τῷ Ἀριστονίκῳ τὰς κατὰ μῆνα δραχμὰς τρεῖςτρῖς τριώβο λον ἐπὶ τοὺς δέκα δύο μῆνας καὶ ἐνοικήσαντα ἐπὶ τούτους κομισά μενον τὰς τοῦ ἀργυρίου δραχμὰς ρ ἀτόκους λύσιν ποιήσεσθαιποήσεσθαι τῆσδε τῆς συνχωρήσε ως καὶ ἐκχώρησινἐγχώρησιν ἐκ τῶν οἰκη τηρίων καὶ παραδοῦναι αὐτὰ κα θαρὰ ἀπὸ κοπρίων σὺν τοῖς ἐφεσ τῶσι οἷα καὶ παρείληφεν, ἢ καὶ αὐ τὸν ἐνέχεσθαι τῷ ὡρισμένῳ προσ τίμωι

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.