Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.4.1117
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Πρωτάρχωι παρὰ Εἰρηναίου τοῦ Σώτου καὶ παρὰ Ἀρτεμιδώρου τοῦ Διδύμου Πέρσου τῆς ἐπιγονῆς καὶ τῆς τούτου γυναικὸς Ἑρμιόνης τῆς Χαιρήμονος ΠερσίνηςΠερσείνης μετὰ κυρίου τοῦ ἀνδρός. συνχωροῦσιν Ἀρτεμίδωρος καὶ Ἑρ μιόνη μεμισθῶσθαι παρὰ τοῦ Εἰρηνάου ἐπὶ χρόνον ἐπὶ μῆνας δέκα ἓξ ἀπὸ Παχὼν τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου ἔτους Καίσαρος τὸ ὑπάρχον αὐτῷ ἐργα στήριον κλιβάνιον ἐν τῷ Βῆτα ἐν τῇ Εὐδαίμονος λεγομένῃ ῥύμῃ πλησίον τοῦ Ρυαμωνοςτουυαμωνος ἐκ τῆς Με ρες τος κτήσεως σὺν τοῖς ἐν αὐτῷ κλιβάνοις δυ σίν τε καὶ κλιβανικοῖς σκεύεσινσκεύεσσιν τηλίᾳ θ ς φόρου τοῦ ἑσταμένου καθʼ ἡμέραν ἑκάστην ὀβολῶν δύο , οὓς καὶ τελέσουσιτελεσι τῷ Εἰρηνάῳ Ἑρμιόνῃ τὴν ἡμέ ραν ἐν τῇ ἡμέρᾳ ἀνυπόλογον παντὸς ὑπολόγου καὶ ἀνηλώματος τῶν ἐπισκευῶν τοῦ ἐργαστηρίου καὶ δοκῶνδων ἀντενβόλων καὶ ὠλενῶν στεγνώσεων, ἔτι δὲ καὶ τοῦτο ὑπὲρ τοῦ ἐργαστηρίου διδομένου ἐνοικίουἐνοικιον καὶ τῶντα ὑπὲρ τῆς ἐργασίας πάντωνπαντα ὄντων πρὸς τοὺς μεμισθωμένους Ἀρτεμίδωρον καὶ Ἑρμιόνην, οὓς καὶ ἀπὸ τοῦ νῦν ἀντέχεσθαι τῆς μισθώσεως καὶ τὰ περιγινόμενα ἀποφέρεσθαι εἰς τὸ ἴδιον μὴ ἐξόντος αὐτοῖς ἐγλιπεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ χρόνου μηδὲ ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον ἀντι ι ἕτερον ἐργαστήριον τῷ κλιβανίῳκλιβανήῳ ἐντὸς πλέ θρων κυκλόθεν πέντε , τοῦ δὲ χρόνου διελθόντος παρα δώσειν τὸ ἐργαστήριον καθαρὸν ἀπό τε σίτου καὶ τῆς ἄλλης ἀκαθαρσίας σὺν τοῖς κατʼ αὐτὸ σκεύεσι καὶ κλιβάνοιςκλειβάνοις οἷα ἐὰν ἔτι ᾖ ἐκ τῆς χρήσεως, ἔτι δὲ καὶ ἀπὸ ἐνοικίων καὶ τελῶν ὁμοίως καθαρόν, ἐὰν δέ τι τούτων παραβαίνωσιν, εἶναι αὐτοὺς παραχρῆμα ἀγωγίμους καὶ συνέχεσθαι μέχρι τοῦ ἐξουδενῆ σαι καὶ ἐκτελέσαι καὶ ἐκτεῖσαι τʼ Εἰρηναίωι ὃ ἐὰν ἐνοφειλήσωσινἐνοφιλήσωσιν πρὸς τὸν ἡμερήσιον φόρον σὺν ἡμιολίαι καὶ οὗ ἐὰν μὴ παραδῶσι τὴν ἀξίαν καὶ τὸ βλάβος καὶ δαπανήματα καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς φ καὶ τὸ ὡρισμένον πρόστιμον τῆς πράξεως γινο μένης τῷ Εἰρηναίωι ἔκ τε αὐτῶν ὄντων ἀλληλεγ γύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπε νέγκωσι πίστεων πασῶν σκέπης πάσης μη δὲν ἧσσον ἐξουσίας οὔσης τῷ Εἰρηναίῳ ἐὰν μὲν πα ρασυγγράψωσι μεθισταμένῳ αὐτοὺςαυτοις ἐντὸς τοῦ χρόνουCross-references (3)
- TM-Text 18559 primary
- DDbDP-Text bgu;4;1117 tier-1
- HGV-Text 18559 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.