Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.4.1116
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
κόλλημα Πρωτάρχωι παρὰ Ἀντωνίας Φιληματίου Ἀντωνίου ἀπελευθέρας μετὰ κυρίου Γαίου Ἰουλίου Φήλικος καὶ παρὰ Σαραπίωνος τοῦ Ἀριστείου Πέρσου τῆς ἐπιγονῆς. περὶ τῶν διεστα μένων συνχωροῦμεν ἐπὶ τοῖσδε ὥστε ἐπεὶ μεμίσθωται ὁ Σαραπίων παρὰ τῆς Ἀντωνίας Φιληματίου εἰς χρόνον ἔτη δύο ἀπὸ Φαρμοῦθι τοῦ ἐνεστῶτος ιζ ἔτους Καίσαρος τὴν ὑπάρχουσαν αὐτῇ οἰκίαν ἐν τῷ Δέλτα μετὰ τῶν ὄντων κατʼ αὐτὴν ἐφοδίων ἐργαστηρίων φόρου τοῦ ἑσταμένου κατὰ μῆνα ἕκαστον ἀργυρίου Πτολεμαικοῦ δραχμῶν ἑξήκοντα, ὃν καὶ διορθώσεται τῇ Ἀντωνίᾳ Φιληματίῳ ἐκτε λῶς ἕκαστον ἀνυπόλογον παντὸς ὑπολόγου καὶ ἀνηλώματος ευ τον τοῦ διαπορευομένου μηνὸς ἕως κθ τοῦ ἐχομένου μηνὸς τῶν ἐπι σκευῶν καὶ τῶν τῶν δημοσίων δεφωναλησενβολων καὶ ὠλενῶν στεγνώσεων καὶ τῆςτων τῶν δημοσίων ὀχετῶν ἐπιβολῆς καὶ ἐπικοπῆς καὶ ἐγβολῆς πάντων ὄντων πρὸς τὴν Ἀντωνίαν Φιλημάτιον, τὸν δὲ ἔνδον κόπρον πρὸς τὸν Σαραπίωνα, ὃν καὶ παρειληφότα τὴν οἰκίαν τεθυρωμένην καὶ τεθυριδω μένην καὶ κεκλεισμένην καὶ καθαρὰν ἀπὸ κοπρίων ἀντέχεσθαι τῆς μισθώσεως ἐπὶ τὸν συνηλλαγμένον χρόνον καὶ ἀποφέρεσθαι τὸ περιγεινόμενον εἰς τὸ ἴδιον ἔχοντα τὴν ἐξουσίαν ἐνοικίζειν καὶ ἐξοικίζειν οὓς ἐὰν βούληται καὶ ἑτέροις μεταμισθοῦν τὴν οἰκίαν μετὰ τῶν ἐφοδίων ἐργαστηρίων μὴ ἐξόντος αὐτῶι ἐκλιπεῖνἐγλιπεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ χρόνου μηδὲ διέλκειν τὸν κατὰ μῆνα φόρον, τοῦ δὲ χρόνου διελθόντος παραδώσειν αὐτὸν τὴν οἰκίαν σὺν ταῖς ἐφεστώσαις καὶ θύραις καὶ θυρίσι καὶ κλεισὶ ἔτι δὲ καὶ τοῖςτωι οὖσιν ἐν τῇ οἰκίᾳ μύλωι τε καὶ τροχιλλέᾳ ξυλίνῃ καὶ κηλω νείωι ξυλίνωι ἐν τοίχωι καὶ λασανίταις δίφροις δυσὶ ἐν κελωνίῳ πάντα δὲ καθὼς καὶ παρείληφεν πλὴν τριβῆς καὶ σήψεως, ἐὰν δέ τι τούτων παραβαίνῃ, εἶναι αὐτὸν παραχρῆμα ἀγώγιμον καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαιἐκτῖσαι ἃ ἐὰν ἐνοφείλῃ πρὸς τὸν φόρον σὺν ἡμιολίᾳ καὶ ἃ ἐὰν μὴ παραδῷ τὴν ἀξίαν καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἐπίτιμον δραχμὰς ρ καὶ τὸ ὡρισμένον πρόστιμον τῆς πράξεως γεινομένης τῇ Ἀντωνίᾳ Φιληματίῳ ἔκ τε τοῦ Σαραπίωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πάντων καθάπερ ἐκἐγ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκῃἐπενένκῃ πίστεων πασῶν σκέπης πάσης μηδὲν ἧσσον ἐξουσίας οὔσης τῇ Ἀντωνίᾳ Φιληματίῳ παρασυγγραφοῦντα τὸν Σαραπίωνα μεθισταμένῃ τῆς μισθώσεως ἐντὸς τοῦ χρόνου καὶ ἑτέροις μεταμισθοῦν καὶ πράσσειν τὸ ἐσόμενον ἀφεύρεμα παρὰ τὴν ἀναμίσθωσιν, ποιοῦντος δὲ αὐτοῦ ἕκαστα ἀκολούθως καὶ τὴν Ἀντωνίαν Φιλημάτιον βεβαίαν αὐτῷ παρέχεσθαι τὴν μίσθωσιν ἐπὶ τὸν χρόνον καὶ προσαποδιδόναι τὸ λοιπὸν τοῦ μισθοῦ ἢ καὶ αὐτὴν ἐκτίνειν τὸ ἴσον ἐπίτιμον· ὑπολογήσει δὲ ἑαυτῷἑατῷ ὁ Σαραπίων ἐκ τῶν κολλων τοῦ φόρου δραχμὰς ξ εἰς λόγον ευικίου δραχμὰς ὀκτὼὀκτὼι· διορθούμενος δὲ ὁ Σαραπίων τὸν κα τὰ μῆνα φόρον τῇ Ἀντωνίᾳ Φιληματίωι λήμ ψεται παρὰ τοῦ δούλου αὐτῆς Φιλαργύρου τὴν τρν ἀποχὴν καὶ μηδὲν τὴν Ἀντωνίαν Φι λημάτιον εὐλαβεῖσθαι ἐπὶ τὸν ιδιω ἔτους ιζ Καίσαρος Φαρμοῦθι ϛCross-references (3)
- TM-Text 18557 primary
- DDbDP-Text bgu;4;1116 tier-1
- HGV-Text 18557 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.