Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.10.585

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Δύστρου ἕκτῃ καὶ εἰκάδι Τῦβι ἕκτηι καὶ εἰκάδι ἐν ΒακχιάδιΒακχιάδει τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν πεντήκοντα οὐλὴ μετώπῳ μέσωι Ἑρμᾶτι Πτολεμαίου ὡς ἐτῶν πεντήκοντα δύο οὐλὴ μετώπῳ μέσωι ἔχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου ἐπισήμου δραχμὰς ἑξήκοντα καὶ ἀντὶ τῶν τούτων τόκων συγκεχωρηκέναισυνκεχωρηκέναι τὸν ὁμολογοῦντα ἐνοικεῖν τὸν Ἑρμᾶν καὶ τοὺς παρʼ αὐτοῦ καὶ οὓς ἐὰν βούληται ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ προκειμένου χρόνου ἐν τῶι ἐπιβάλλοντι αὐτῶι τῶι ὁμολογοῦντι πατρικῶι εἰκοσιεβδόμωι μέρει κοινῶι καὶ ἀδιαιρέτωι πρὸς τὸν Ἑρμᾶν καὶ ἑτέρους τόπων οἰκοπέδων καὶ τῶν συγκυρόντωνσυνκοιρώντων πάντων ἐν τῇ προγεγραμμένῃ κώμῃ, καὶ βεβαιώσεινβεβαιώσιν τὸν ὁμολογοῦντα καὶ τοὺς παρʼ αὐτοῦ τῶι Ἑρμᾷ καὶ τοῖς παρʼ αὐτοῦ τὰ κατὰ τὴν ἐνοίκησιν ταύτην πάσῃ βεβαιώσειβεβαιώσι ἐπί τε τὸν κατʼ αὐτήναὐτης χρόνον καὶ ἐφʼ ὃν ἐὰν δέον ἦν ἐνοικεῖν χρόνον, καὶ παρεχέσθω ὁ ὁμολογῶν μηδένα κωλύοντα τὸν Ἑρμᾶν μηδὲ τοὺς παρʼ αὐτοῦ ἐνοικοῦντας ἐν τῶι σημαινομένῳ καὶ ἑτέρους ἐνοικίζοντας καὶ τὰ ἐνοίκια ἀποφερομένους καὶ χρωμένους τοῖς τούτων χρηστηρίοις πᾶσι ἀδιακωλύτως. καὶ μετὰ τὸν χρόνον ἀποδότω ὁ ὁμολογῶν τῶι Ἑρμᾷ τὰς τοῦ ἀργυρίου δραχμὰς ἑξήκοντα, τῆς πράξεως οὔσης τῶι Ἑρμᾷ ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντωνὑπαρχώντων αὐτῶι πάντων καθάπερ ἐκἐγ δίκης. ὑπογραφεὺς τοῦ ὁμολογοῦντος τοῦ δὲ ἄλλου εἰδότος γράμματα. ου Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶὁμολογῶὁλωλογῶ ἔχειν παρὰ Ἑρμᾶτος Πτολεμαίου παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου ἐπισήμου δραχμὰς ἑξήκοντα καὶ ἀντὶ τῶν τούτων τόκων συγχωρήσω ὁ ὁμολογῶν ἐνοικεῖν τὸν Ἑρμᾶν καὶ τοὺς παρʼ αὐτοῦ καὶ οὓς ἐὰν βούληται ἐπʼἐφʼ ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ προκειμένου χρόνου ἐν τῷ ἐπιβάλλοντί μοι πατρικῷ εἰκοσιεβδόμῳ μέρει κοινῷ καὶ ἀδιαιρέτῳ πρὸς τὸν Ἑρμᾶν καὶ ἑτέρους τόπων οἰκοπέδων καὶ τῶν συγκυρόντων πάντων ἐν τῇ προγεγραμμένῃ κώμῃ καὶ βεβαιώσω τὰ κατὰ τὴν ἐνοίκησιν πάσῃ βεβαιώσει ἐπί τε τὸν κατʼ αὐτὴν καὶ ἐφʼ ὃν ἐὰν δέον ἦν ἐνοικεῖν χρόνον, καὶ ἀποδώσω τὰς τοῦ ἀργυρίου δραχμὰς ἑξήκοντα ὡς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.