Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.10.584

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Μεσορὴ ἐννεακαιδεκάτῃ ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Ἑρμᾶς Πτολεμαίου ὡς ἐτῶν τεσσαράκοντα ἐννέα οὐλὴ μετώπῳ μέσωι καὶ Πετεσοῦχος Πετοσίριος ὡς ἐτῶν ἑξήκοντα δύο οὐλὴ γόνατι δεξιῶι καὶ Ὧρος ΚατοίτουΚατοίθου ὡς ἐτῶν ἑβδομήκοντα ὀκτὼ οὐλὴ ἀντίχειρι δεξιῷ καὶ Ἁτρῆς ΚατοίτουΚατοίθου ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ μετώπῳ μέσωι, οἱ τέσσαρες , διειρῆσθαι πρὸς ἑαυτοὺς ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν αὐτοῖς ἐν τῇ προγεγραμμένῃ κώμῃ οἰκίαν καὶ αὐλὴν συμπεπτωκυῖανσυνπεπτοκυεῖαν καὶ τὰ συνκύροντα πάντα, ὧν γείτονες νότου εἴσοδος καὶ ἔξοδος κοινή, βορρᾶ ὁμοίως ἑτέρα εἴσοδος καὶ ἔξοδος κοινή, λιβὸς Μεγχείους τοῦ ΚατοίτουΚατοίθου καὶ τῶν ἀδελφῶν οἰκία, ἀπηλιώτου Ὥρου τοῦ ΚατοίτουΚατοίθου καὶ τῶν ἀδελφῶν οἰκία, ἀφʼ ὧν ἐστιν τοῦ μὲν Ἑρμᾶ ἀγοραστὸν τρίτον ἔνατον μέρος τῆς ὅλης οἰκίας καὶ αὐλῆς, καὶ τοῦ Πετεσούχου καὶ Ὥρου κοινῶς πατρικὸν τρίτον μέρος, καὶ τοῦ Ἁτρείους κατὰ τὸ λοιπὸν ἕκτον ὀκτωκαιδέκατον μέρος, καὶ ἐξ ἧς πεποίηνται πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων ἐκ κλήρου διαιρέσεως κεκληρῶσθαι τὸν μὲν Ἑρμᾶν εἰς τὸ ἐπιβάλλον αὐτῶι τρίτον ἔνατον μέρος, τὸ μὲν τρίτον μέρος κατὰ μέσον νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λιβὸς ἐπʼ ἀπηλιώτην ἐκ μὲν τοῦ πρὸς νότον μέρους πήχεις πέντε τρίτον , ἐκἐγ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ , τὸ δὲ λοιπὸν αὐτοῦ ἔνατον μέρος κοινὸν καὶ ἀδιαίρετον πρὸς τὸ τοῦ Ἁτρείους καθὼς ὑποτέτακται ἕκτον ὀκτωκαιδέκατον μέρος, τὸν δὲ Πετεσοῦχον καὶ Ὧρον ὁμοίως τοὺς δύο κοινῶς κεκληρῶσθαι εἰς τὸ καὶ αὐτοῖς ἐπιβάλλον τρίτον μέρος τῆς αὐτῆς οἰκίας καὶ αὐλῆς ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους διατεῖνονδιατεινοντα νότον ἐπὶ βορρᾶ διʼ ὅλων τῶν τόπων, νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λιβὸς ἐπʼ ἀπηλιώτην ἐκἐγ μὲν τοῦ πρὸς νότον μέρους πήχεις πέντε τρίτον , ἐκἐγ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ , τὸν δὲ Ἁτρῆν καὶ αὐτὸν κεκληρῶσθαι εἰς τὸ καὶ αὐτῷ ἐπιβάλλον ἕκτον ὀκτωκαιδέκατον μέρος κοινὸν καὶ ἀδι αίρετον πρὸς τὸ τοῦ προγεγραμμένου Ἑρμᾶ ὡς πρόκειται ἔνατον μέρος, ἐκ τοῦ πρὸς λίβα μέρους νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λιβὸς ἐπʼ ἀπηλιώτην ἐκἐγ μὲν τοῦ πρὸς νότον μέρους πήχεις πέντε τρίτον , ἐκἐγ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ . ἕκαστον δὲ τῶν προγεγραμμένων κρατεῖν καὶ κυριεύειν ὧν κεκλήρωται τόπων σὺν τοῖς ἐν ἑκάστοις φορτίοις πᾶσι καὶ καθαιροῦντας καὶ ἀνοικοδομοῦνταςἀνοικοδομοῦντες καὶ ἐπισκευάζονταςἐπισκευάζοντες καὶ συντελοῦνταςσυντελοῦντες ἐν αὐτοῖς ἃ ἐὰν βούλωνται καὶ ἐνοικοῦντας καὶ ἐνοικίζονταςἐνοικίζοντες καὶ τὰ ἐνοίκια ἀποφερομένους καὶ πωλοῦντας καὶ ὑποτιθέντας καὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀπαραποδίστως. ἐνμενέτωσαν οὖν οἱ ὁμολογοῦντες καὶ ἑκάτερος αὐτῶν καὶ οἱ παρʼ αὐτῶν καὶ οἱ μεταλημψόμενοι ἐν τοῖς κατὰ τήνδε τὴν διαίρεσιν ταύτην σημαινομένοις, καὶ μὴ ἐξέστω τ διʼ αὐτῆς ῆσθαι, ἐὰν δέ τις αὐτῶν μὴ ἐμμείνῃἐνμίνῃ, ἀποτισάτω ὁ παραβὰς αὐτῶν τῷ ἐνμένοντι τά τε βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίαςχειλείας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας χωρὶς τοῦ καὶ τὰ διωμολογημέναδιομολογημένα μένειν κύρια. ὑπογραφεῖς τῶν περὶ τὸν Πετεσοῦχον Ἥρων Διονυσοδώρου ἐτῶν λϛ ἄσημος τοῦ δὲ Ἁτρείους Ἀπολ Μέλανος ἐτῶν νη οὐλὴ ἀντικνημίῳ, ὁ δὲ Ἑρμᾶς ἰδίᾳ γράφων. Ἑρμᾶς Πτολεμαίου ὁμολογῶὁμολωγῶ ἀνενηνοχέναι πρὸς Πετεσοῦχον Πετσῖρις καὶ Ὧρον Κατοίτου καὶ Ἁτρῆν Κατοίτουκατοοτου τὴν διαίρεσινδιέρεσιν τῆς οἰκίας καὶ αὐλῆς καὶ κεκληρῶσθαὶκληρωσθσθαὶ μεμαι εἰς τὸ ἐπιβάλλον μοι τρίτον μέρος κατὰ μέσον διατεῖνονδιετεῖνον νότον ἐπὶ βορρᾶ πήχειςπήχις δεκαεπτά , λίβα ἐπʼ ἀ πηλιώτην ἐκ μὲν τοῦ πρὸς νότου μέρουςμερου πήχεις πέντε τρίτον , ἐκ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ , καὶ ἔνατον μέρος κοινὸν καὶ ἀδιαίρετονἀδιέρετον πρὸς τὸ Ἁτρείους μέρος σὺν τοῖςτῦς ἐν τούτοιςτούτυς φορτίοιςφορτίυς πᾶσι καὶ ἕκαστα ποιήσωποήσω καθὼς πρόκιται. Πετεσοῦχος Πετσίρεως καὶ Ὧρος Κατοίτου ὁμο λογοῦμεν ἀνενηνοχέναι πρὸς Ἑρμᾶν Πτολεμαίου καὶ Ἁτρῆν Κατοίτου τὴν διαίρεσιν τῆς οἰκίας καὶ αὐλῆς καὶ κεκληρῶσθαι ἡμᾶς κοινῶς εἰς τὸ ἐπιβάλλον ἡμῖνἡμεῖν τρίτον μέρος ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους διατεῖνον νότον ἐπὶ βορρᾶ διʼ ὅλων τῶν τόπων, νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λιβὸς ἐπʼ ἀπηλιώτην ἐκ μὲν τοῦ πρὸς νότον μέρους πήχεις πέντε τρίτον , ἐκ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ , σὺν τοῖς ἐν τούτοις φορτίοις πᾶσι καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Ἥρων Διονυσοδώρου διὰ τὸ μὴ εἰδέναι γράμματα. Ἁτρῆς Κατοίτου ὁμολογῶὁμολογῶι ἀνενηνοχέναι πρὸς Ἑρμᾶν Πτολεμαίου καὶ Πετεσοῦχον Πετοσίρεως καὶ Ὧρον Κατοίτου τὴν διαίρεσιν τῆς οἰκίας καὶ αὐλῆς καὶ κεκληρῶσθαί με εἰς τὸ ἐπιβάλλον μοι ἕκτον ὀκτωκαιδέκατον μέρος κοινὸν καὶ ἀδιαίρετον πρὸς τὸ ἔνατον μέρος αἱροῦν πρὸς τὸν προγεγραμμένον Ἑρμᾶν, ἐκ τοῦ πρὸς λίβαλείβα μέρους νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λιβὸς ἐπʼ ἀπηλιώτην ἐκ μὲν τοῦ πρὸς νότον μέρους πήχεις πέντε τρίτον , ἐκἐγ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ , καθὰ πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἀπολλω Μέλανος διὰ τὸ μὴ εἰδέναι γράμματα. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Μεσορὴ ιθ. ἀναγέγραπται διὰ τοῦ ἐν Βακχιάδι γραφείου. ὁμολογία Ἑρμᾶτος καὶ ἄλλων διαιρέσεως

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.